§7.72.1Παφλαγόνες δὲ ἐστρατεύοντο ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα πεπλεγμένα ἔχοντες, ἀσπίδας δὲ μικρὰς αἰχμάς τε οὐ μεγάλας, πρὸς δὲ ἀκόντια καὶ ἐγχειρίδια, περὶ δὲ τοὺς πόδας πέδιλα ἐπιχώρια ἐς μέσην κνήμην ἀνατείνοντα.
The Paphlagonians marched having plaited helmets on their heads, small shields and not very large spears, and furthermore javelins and daggers, and on their feet native sandals reaching up to the middle of the shin.
Λίγυες δὲ καὶ Ματιηνοὶ καὶ Μαριανδυνοί τε καὶ Σύριοι τὴν αὐτὴν ἔχοντες Παφλαγόσι ἐστρατεύοντο.
The Ligyes, Matieni, Mariandyni, and Syrians marched having the same equipment as the Paphlagonians.
οἱ δὲ Σύριοι οὗτοι ὑπὸ Περσέων Καππαδόκαι καλέονται.
These Syrians are called Cappadocians by the Persians.
§7.72.2Παφλαγόνων μέν νυν καὶ Ματιηνῶν Δῶτος ὁ Μεγασίδρου ἦρχε, Μαριανδυνῶν δὲ καὶ Λιγύων καὶ Συρίων Γοβρύης ὁ Δαρείου τε καὶ Ἀρτυστώνης.
Now Dotos the son of Megasidrus was commanding the Paphlagonians and Matieni, while Gobryas, the son of Darius and Artystone, was commanding the Mariandyni, Ligyes, and Syrians.