§7.69.1Ἀράβιοι δὲ ζειρὰς ὑπεζωσμένοι ἦσαν, τόξα δέ παλίντονα εἶχον πρὸς δεξιά, μακρά.
The Arabians wore girdled zeiras, and carried on their right side long, reflex bows.
Αἰθίοπες δὲ παρδαλέας τε καὶ λεοντέας ἐναμμένοι, τόξα δὲ εἶχον ἐκ φοίνικος σπάθης πεποιημένα, μακρά, τετραπηχέων οὐκ ἐλάσσω, ἐπὶ δὲ καλαμίνους ὀιστοὺς μικρούς· ἀντὶ δὲ σιδήρου ἐπῆν λίθος ὀξὺς πεποιημένος, τῷ καὶ τὰς σφρηγῖδας γλύφουσι·
The Ethiopians were clad in leopard and lion skins, and had bows made of palm-leaf stems, long, not less than four cubits, and besides, small reed arrows; instead of iron, there was on them a sharp stone, with which they also engrave seals.
πρὸς δὲ αἰχμὰς εἶχον, ἐπὶ δὲ κέρας δορκάδος ἐπῆν ὀξὺ πεποιημένον τρόπον λόγχης· εἶχον δὲ καὶ ῥόπαλα τυλωτά.
Moreover, they had spears, on which was a gazelle's horn made sharp in the fashion of a spearhead; they had also knotted clubs.
τοῦ δὲ σώματος τὸ μὲν ἥμισυ ἐξηλείφοντο γύψῳ ἰόντες ἐς μάχην, τὸ δὲ ἄλλο ἥμισυ μίλτῳ.
When going into battle, they smeared half of their body with gypsum, and the other half with vermilion.
§7.69.2Ἀραβίων δὲ καὶ Αἰθιόπων τῶν ὑπὲρ Αἰγύπτου οἰκημένων ἦρχε Ἀρσάμης ὁ Δαρείου καὶ Ἀρτυστώνης τῆς Κύρου θυγατρός, τὴν μάλιστα στέρξας τῶν γυναικῶν Δαρεῖος εἰκὼ χρυσέην σφυρήλατον ἐποιήσατο.
The Arabians and the Ethiopians who dwelt above Egypt were commanded by Arsames, the son of Darius and of Artystone the daughter of Cyrus, whom Darius loved most of his wives and had a hammered golden image made of her.