§7.214.1Ἐπιάλτης μὲν οὕτω ὕστερον τούτων ἀπέθανε, ἔστι δὲ ἕτερος λεγόμενος λόγος, ὡς Ὀνήτης τε ὁ Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεὺς εἰσὶ οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι, οὐδαμῶς ἔμοιγε πιστός.
Thus Ephialtes died some time after these events. There is, however, another story told, that it was Onetes, son of Phanagoras, a Carystian, and Corydallus of Anticyra, who spoke these words to the king and guided the Persians round the mountain; but this is by no means credible to me.
§7.214.2τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώσασθαι, ὅτι οἱ τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε καὶ Κορυδαλλῷ ἀργύριον ἀλλʼ ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ, πάντως κου τὸ ἀτρεκέστατον πυθόμενοι· τοῦτο δὲ φεύγοντα Ἐπιάλτην ταύτην τὴν αἰτίην οἴδαμεν.
For, in the first place, we must judge this by the fact that the Greek deputies (Pylagori) set a price not on Onetes and Corydallus, but on Ephialtes of Trachis, having surely acquired the most accurate information; and in the second place, we know that Ephialtes fled for this very reason.
§7.214.3εἰδείη μὲν γὰρ ἂν καὶ ἐὼν μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης, εἰ τῇ χώρῃ πολλὰ ὡμιληκὼς εἴη· ἀλλʼ Ἐπιάλτης γὰρ ἐστὶ ὁ περιηγησάμενος τὸ ὄρος κατὰ τὴν ἀτραπόν, τοῦτον αἴτιον γράφω.
For even a man who was not a Malian, such as Onetes, might have known this path, if he had been well acquainted with the country; but since it was indeed Ephialtes who guided them round the mountain along the path, I write down this man as the guilty one.