§7.209.1ἀκούων δὲ Ξέρξης οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν, ὅτι παρασκευάζοιντο ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες κατὰ δύναμιν· ἀλλʼ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν, μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος ἐόντα ἐν τῷ στρατοπέδῳ·
Hearing this, Xerxes was unable to understand the reality, that they were preparing to die and to kill to the best of their power; but because their actions appeared ridiculous to him, he sent for Demaratus, the son of Ariston, who was in the camp.
§7.209.2ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξης ἕκαστα τούτων, ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς τῶν Λακεδαιμονίων.
When he arrived, Xerxes questioned him about each of these things, wishing to understand what was being done by the Lacedaemonians.
ὁ δὲ εἶπε
Ἤκουσας μὲν καὶ πρότερόν μευ, εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα, περὶ τῶν ἀνδρῶν τούτων, ἀκούσας δὲ γέλωτά με ἔθευ λέγοντα τῇ περ ὥρων ἐκβησόμενα πρήγματα ταῦτα· ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν ἀντία σεῦ βασιλεῦ ἀγὼν μέγιστος ἐστί.
And Demaratus said: "You heard from me before, when we were setting out against Greece, about these men, but having heard me, you mocked me when I spoke of how these matters would turn out; for to me, O king, to practice the truth before you is a very great struggle.
§7.209.3ἄκουσον δὲ καὶ νῦν· οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου, καὶ ταῦτα παρασκευάζονται.
Now hear also this: these men have arrived to fight us for the pass, and they are preparing for this.
νόμος γάρ σφι ἔχων οὕτω ἐστί· ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ, τότε τὰς κεφαλὰς κοσμέονται.
For it is their custom: whenever they are about to hazard their lives, then they adorn their heads.
§7.209.4ἐπίστασο δέ, εἰ τούτους γε καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταστρέψεαι, ἔστι οὐδὲν ἄλλο ἔθνος ἀνθρώπων τὸ σὲ βασιλεῦ ὑπομενέει χεῖρας ἀνταειρόμενον· νῦν γὰρ πρὸς βασιληίην τε καὶ καλλίστην πόλιν τῶν ἐν Ἕλλησι προσφέρεαι καὶ ἄνδρας ἀρίστους. §7.209.5κάρτα τε δὴ Ξέρξῃ ἄπιστα ἐφαίνετο τὰ λεγόμενα εἶναι, καὶ δεύτερα ἐπειρώτα ὅντινα τρόπον τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ μαχήσονται.
Know this well, if you conquer these men and those who remain in Sparta, there is no other nation of men, O king, that will withstand you by raising their hands against you; for now you are marching against the finest kingdom and city among the Greeks, and against the best of men." To Xerxes, what was said seemed utterly incredible, and he asked a second time in what manner so few men would fight his army.
ὁ δὲ εἶπε
ὦ βασιλεῦ, ἐμοὶ χρᾶσθαι ὡς ἀνδρὶ ψεύστῃ, ἢν μὴ ταῦτά τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω.
And Demaratus said: "O king, treat me as a liar if these things do not turn out for you in the way that I say."