§7.202.1ἦσαν δὲ οἵδε Ἑλλήνων οἱ ὑπομένοντες τὸν Πέρσην ἐν τούτῳ τῷ χώρῳ, Σπαρτιητέων τε τριηκόσιοι ὁπλῖται καὶ Τεγεητέων καὶ Μαντινέων χίλιοι, ἡμίσεες ἑκατέρων, ἐξ Ὀρχομενοῦ τε τῆς Ἀρκαδίης εἴκοσι καὶ ἑκατόν, καὶ ἐκ τῆς λοιπῆς Ἀρκαδίης χίλιοι· τοσοῦτοι μὲν Ἀρκάδων, ἀπὸ δὲ Κορίνθου τετρακόσιοι καὶ ἀπὸ Φλειοῦντος διηκόσιοι καὶ Μυκηναίων ὀγδώκοντα.
The Greeks who awaited the Persian in this place were these: three hundred hoplites of the Spartans, and a thousand of the Tegeans and Mantineans (half of each), a hundred and twenty from Orchomenus in Arcadia, and a thousand from the rest of Arcadia (this was the number of the Arcadians); and from Corinth four hundred, and from Phlius two hundred, and eighty of the Mycenaeans.
οὗτοι μὲν ἀπὸ Πελοποννήσου παρῆσαν, ἀπὸ δὲ Βοιωτῶν Θεσπιέων τε ἑπτακόσιοι καὶ Θηβαίων τετρακόσιοι.
These came from the Peloponnese, and from the Boeotians seven hundred of the Thespians and four hundred of the Thebans.