§7.192.1ὃ μὲν δὴ τετάρτῃ ἡμέρῃ ἐπέπαυτο·
Thus on the fourth day the wind ceased.
τοῖσι δὲ Ἕλλησι οἱ ἡμεροσκόποι ἀπὸ τῶν ἄκρων τῶν Εὐβοϊκῶν καταδραμόντες δευτέρῃ ἡμέρῃ ἀπʼ ἧς ὁ χειμὼν ὁ πρῶτος ἐγένετο, ἐσήμαινον πάντα τὰ γενόμενα περὶ τὴν ναυηγίην.
Meanwhile, the lookouts, running down from the heights of Euboea on the second day after the storm first began, reported to the Greeks all that had happened regarding the shipwreck.
§7.192.2οἳ δὲ ὡς ἐπύθοντο, Ποσειδέωνι σωτῆρι εὐξάμενοι καὶ σπονδὰς προχέαντες τὴν ταχίστην ὀπίσω ἠπείγοντο ἐπὶ τὸ Ἀρτεμίσιον, ἐλπίσαντες ὀλίγας τινάς σφι ἀντιξόους ἔσεσθαι νέας.
Upon hearing this, they prayed to Poseidon the Savior and poured libations, and then hastened back with all speed to Artemisium, hoping that only a few opposing ships would be left to face them.