§7.186.1τοῦ μαχίμου δὲ τούτου ἐόντος ἀριθμὸν τοσούτου, τὴν θεραπηίην τὴν ἑπομένην τούτοισι καὶ τοὺς ἐν τοῖσι σιταγωγοῖσι ἀκάτοισι ἐόντας καὶ μάλα ἐν τοῖσι ἄλλοισι πλοίοισι τοῖσι ἅμα πλέουσι τῇ στρατιῇ, τούτους τῶν μαχίμων ἀνδρῶν οὐ δοκέω εἶναι ἐλάσσονας ἀλλὰ πλεῦνας.
This fighting force being so great in number, as for the servants who followed them, and those who were in the grain-transporting boats, and indeed in the other vessels sailing along with the army, I do not think that these were fewer than the fighting men, but rather more.
§7.186.2καὶ δή σφεας ποιέω ἴσους ἐκείνοισι εἶναι καὶ οὔτε πλεῦνας οὔτε ἐλάσσονας οὐδέν· ἐξισούμενοι δὲ οὗτοι τῷ μαχίμῳ ἐκπληροῦσι τὰς ἴσας μυριάδας ἐκείνοισι.
And indeed, I make them to be equal to those, and neither more nor less at all; and these, being made equal to the fighting force, complete the same tens of thousands as those.
οὕτω πεντακοσίας τε μυριάδας καὶ εἴκοσι καὶ ὀκτὼ καὶ χιλιάδας τρεῖς καὶ ἑκατοντάδας δύο καὶ δεκάδας δύο ἀνδρῶν ἤγαγε Ξέρξης ὁ Δαρείου μέχρι Σηπιάδος καὶ Θερμοπυλέων.
Thus Xerxes, the son of Darius, led five million two hundred and eighty-three thousand two hundred and twenty men as far as Sepias and Thermopylae.