§7.179.1Δελφοὶ μὲν δὴ κατὰ τὸ χρηστήριον ἔτι καὶ νῦν τοὺς ἀνέμους ἱλάσκονται.
The Delphians indeed, in accordance with the oracle, even to this day still propitiate the winds.
ὁ δὲ ναυτικὸς Ξέρξεω στρατὸς ὁρμώμενος ἐκ Θέρμης πόλιος παρέβαλε νηυσὶ τῇσι ἄριστα πλεούσῃσι δέκα ἰθὺ Σκιάθου, ἔνθα ἦσαν προφυλάσσουσαι νέες τρεῖς Ἑλληνίδες, Τροιζηνίη τε καὶ Αἰγιναίη καὶ Ἀττική.
And the naval force of Xerxes, setting out from the city of Therme, advanced straight toward Skiathos with ten of their best sailing ships, where three Greek ships were on lookout duty: one from Troezen, one from Aegina, and one from Attica.
προϊδόντες δὲ οὗτοι τὰς νέας τῶν βαρβάρων ἐς φυγὴν ὅρμησαν.
When these men descried the ships of the barbarians from afar, they set off in flight.