§7.176.1τοῦτο μὲν τὸ Ἀρτεμίσιον·
This, then, is Artemisium.
ἐκ τοῦ πελάγεος τοῦ Θρηικίου ἐξ εὐρέος συνάγεται ἐς στεινὸν ἐόντα τὸν πόρον τὸν μεταξὺ νήσου τε Σκιάθου καὶ ἠπείρου Μαγνησίης·
From the wide Thracian sea it contracts into a narrow strait which lies between the island of Skiathos and the mainland of Magnesia.
ἐκ δὲ τοῦ στεινοῦ τῆς Εὐβοίης ἤδη τὸ Ἀρτεμίσιον δέκεται αἰγιαλός, ἐν δὲ Ἀρτέμιδος ἱρόν.
Immediately after the strait, the shore of Euboea receives the name of Artemisium, and upon it stands a temple of Artemis.
§7.176.2ἡ δὲ αὖ διὰ Τρηχῖνος ἔσοδος ἐς τὴν Ἑλλάδα ἐστὶ τῇ στεινοτάτη ἡμίπλεθρον.
On the other hand, the pass into Greece through Trachis is, at its narrowest point, half a plethron in width.
οὐ μέντοι κατὰ τοῦτό γε ἐστὶ τὸ στεινότατον τῆς χώρης τῆς ἄλλης, ἀλλʼ ἔμπροσθέ τε Θερμοπυλέων καὶ ὄπισθε, κατὰ τε Ἀλπηνοὺς ὄπισθε ἐόντας ἐοῦσα ἁμαξιτὸς μούνη, καὶ ἔμπροσθε κατὰ Φοίνικα ποταμὸν ἀγχοῦ Ἀνθήλης πόλιος ἄλλη ἁμαξιτὸς μούνη.
However, it is not at this very place that the country is at its narrowest overall, but both in front of and behind Thermopylae; for behind, near Alpenoi, there is only a single cart-track, and in front, near the river Phoenix by the city of Anthele, there is likewise only a single cart-track.
§7.176.3τῶν δὲ Θερμοπυλέων τὸ μὲν πρὸς ἑσπέρης ὄρος ἄβατόν τε καὶ ἀπόκρημνον, ὑψηλόν, ἀνατεῖνον ἐς τὴν Οἴτην· τὸ δὲ πρὸς τὴν ἠῶ τῆς ὁδοῦ θάλασσα ὑποδέκεται καὶ τενάγεα.
To the west of Thermopylae rises a mountain steep, inaccessible, and high, stretching up to Oeta; while to the east of the road, the sea and marshy shallows succeed.
ἔστι δὲ ἐν τῇ ἐσόδῳ ταύτῃ θερμὰ λουτρά, τὰ Χύτρους καλέουσι οἱ ἐπιχώριοι, καὶ βωμὸς ἵδρυται Ἡρακλέος ἐπʼ αὐτοῖσι.
In this pass there are hot springs, which the local inhabitants call Chytroi, and an altar of Heracles is dedicated near them.
ἐδέδμητο δὲ τεῖχος κατὰ ταύτας τὰς ἐσβολάς, καὶ τό γε παλαιὸν πύλαι ἐπῆσαν.
A wall had been built across these passes, and in ancient times gates stood upon it.
§7.176.4ἔδειμαν δὲ Φωκέες τὸ τεῖχος δείσαντες, ἐπεὶ Θεσσαλοὶ ἦλθον ἐκ Θεσπρωτῶν οἰκήσοντες γῆν τὴν Αἰολίδα τήν νῦν ἐκτέαται.
The Phocians built this wall out of fear when the Thessalians came from the Thesprotians to inhabit the Aeolian land which they now possess.
ἅτε δὴ πειρωμένων τῶν Θεσσαλῶν καταστρέφεσθαι σφέας, τοῦτο προεφυλάξαντο οἱ Φωκέες, καὶ τὸ ὕδωρ τὸ θερμὸν τότε ἐπῆκαν ἐπὶ τὴν ἔσοδον, ὡς ἂν χαραδρωθείη ὁ χῶρος, πᾶν μηχανώμενοι ὅκως μή σφι ἐσβάλοιεν οἱ Θεσσαλοὶ ἐπὶ τὴν χώρην.
Since the Thessalians were trying to subjugate them, the Phocians took this precaution beforehand, and at that time they let the hot water flow over the pass so that the ground might be cut into gullies, devising every means so that the Thessalians might not invade their country.
§7.176.5τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου ἔκειτο· τοῖσι δὲ αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ τῆς Ἑλλάδος τὸν βάρβαρον.
Now the ancient wall had been built long ago, and most of it already lay in ruins through lapse of time; but those who rebuilt it resolved to ward off the barbarian from Greece at this point.
κώμη δὲ ἐστὶ ἀγχοτάτω τῆς ὁδοῦ Ἀλπηνοὶ οὔνομα· ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογίζοντο οἱ Ἕλληνες.
There is a village very close to the road called Alpenoi, from which the Greeks calculated they would obtain their provisions.