§7.15.1Ξέρξης μὲν περιδεὴς γενόμενος τῇ ὄψι ἀνά τε ἔδραμε ἐκ τῆς κοίτης καὶ πέμπει ἄγγελον ἐπὶ Ἀρτάβανον καλέοντα·
Xerxes, becoming terrified by the vision, leapt up from his bed and sent a messenger to summon Artabanus.
ἀπικομένῳ δέ οἱ ἔλεγε Ξέρξης τάδε. Ἀρτάβανε, ἐγὼ τὸ παραυτίκα μὲν οὐκ ἐσωφρόνεον εἴπας ἐς σὲ μάταια ἔπεα χρηστῆς εἵνεκα συμβουλίης·
When he arrived, Xerxes spoke to him as follows: "Artabanus, at the moment I was not acting wisely, speaking foolish words to you in return for your good counsel.
§7.15.2μετὰ μέντοι οὐ πολλὸν χρόνον μετέγνων, ἔγνων δὲ ταῦτα μοι ποιητέα ἐόντα τὰ σὺ ὑπεθήκαο.
However, after not much time I changed my mind, and I realized that those things which you suggested must be done by me.
οὔκων δυνατός τοι εἰμὶ ταῦτα βουλόμενος ποιέειν· τετραμμένῳ γὰρ δὴ καὶ μετεγνωκότι ἐπιφοιτέον ὄνειρον φαντάζεταί μοι οὐδαμῶς συνεπαινέον ποιέειν με ταῦτα·
Yet, although I wish to, I am not able to do this; for to me, who have turned and changed my mind, a repeatedly visiting dream appears, by no means consenting that I do this.
νῦν δὲ καὶ διαπειλῆσαν οἴχεται.
And now it has even departed after uttering threats.
§7.15.3εἰ ὦν θεός ἐστι ὁ ἐπιπέμπων καί οἱ πάντως ἐν ἡδονῇ ἐστι γενέσθαι στρατηλασίην ἐπὶ Ἑλλάδα, ἐπιπτήσεται καὶ σοὶ τὠυτὸ τοῦτο ὄνειρον, ὁμοίως καὶ ἐμοὶ ἐντελλόμενον.
If, therefore, it is a god who sends it, and it is entirely pleasing to him that an expedition against Greece take place, this same dream will fly to you too, enjoining upon you the same things as upon me.
εὑρίσκω δὲ ὧδʼ ἂν γινόμενα ταῦτα, εἰ λάβοις τὴν ἐμὴν σκευὴν πᾶσαν καὶ ἐνδὺς μετὰ τοῦτο ἵζοιο ἐς τὸν ἐμὸν θρόνον, καὶ ἔπειτα ἐν κοίτῃ τῇ ἐμῇ κατυπνώσειας.
And I find that these things would happen in this way, if you should take all my apparel and, having put it on, then sit upon my throne, and after that sleep in my bed."