§7.10D.1σὺ ὦν μὴ βούλευ ἐς κίνδυνον μηδένα τοιοῦτον ἀπικέσθαι μηδεμιῆς ἀνάγκης ἐούσης, ἀλλὰ ἐμοὶ πείθευ.
Therefore, do not resolve to run into any such danger when there is no necessity, but listen to me.
νῦν μὲν τὸν σύλλογον τόνδε διάλυσον· αὖτις δέ, ὅταν τοι δοκέῃ, προσκεψάμενος ἐπὶ σεωυτοῦ προαγόρευε τά τοι δοκέει εἶναι ἄριστα.
For now, dissolve this assembly; and later, when it seems good to you, after having considered the matter by yourself, declare what seems to you to be best.
§7.10D.2τὸ γὰρ εὖ βουλεύεσθαι κέρδος μέγιστον εὑρίσκω ἐόν· εἰ γὰρ καὶ ἐναντιωθῆναί τι θέλει, βεβούλευται μὲν οὐδὲν ἧσσον εὖ, ἕσσωται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα·
For I find that to plan well is the greatest gain; for even if something wishes to oppose it, the plan has nonetheless been well laid, though the decision has been defeated by fortune.
ὁ δὲ βουλευσάμενος αἰσχρῶς, εἴ οἱ ἡ τύχη ἐπίσποιτο, εὕρημα εὕρηκε, ἧσσον δὲ οὐδέν οἱ κακῶς βεβούλευται.
But he who has planned ill, if fortune should favor him, has found a stroke of luck, but nonetheless his planning was bad.