§6.56.1γέρεά τε δὴ τάδε τοῖσι βασιλεῦσι Σπαρτιῆται δεδώκασι, ἱρωσύνας δύο, Διός τε Λακεδαίμονος καὶ Διὸς οὐρανίου, καὶ πόλεμον ἐκφέρειν ἐπʼ ἣν ἂν βούλωνται χώρην, τούτου δὲ μηδένα εἶναι Σπαρτιητέων διακωλυτήν, εἰ δὲ μὴ αὐτὸν ἐν τῷ ἄγεϊ ἐνέχεσθαι.
The Spartans have given these privileges to their kings: two priesthoods, namely of Lacedaemonian Zeus and of Heavenly Zeus; and to wage war against whatever land they wish, no Spartan being permitted to obstruct this, or otherwise to be bound under the curse.
στρατευομένων δὲ πρώτους ἰέναι τοὺς βασιλέας, ὑστάτους δὲ ἀπιέναι· ἑκατὸν δὲ ἄνδρας λογάδας ἐπὶ στρατιῆς φυλάσσειν αὐτούς· προβάτοισι δὲ χρᾶσθαι ἐν τῇσι ἐξοδίῃσι ὁκόσοισι ἂν ὦν ἐθέλωσι, τῶν δὲ θυομένων πάντων τὰ δέρματά τε καὶ τὰ νῶτα λαμβάνειν σφεας.
And when they go on campaign, the kings are to go first, and return last; and a hundred chosen men are to guard them on campaign; and they may use as many small cattle on their departures as they wish, and they themselves are to take the hides and the backs of all the animals sacrificed.