§6.5.1περὶ Σάρδις μὲν δὴ ἐγίνετο ταραχή.
Thus, confusion was arising around Sardis.
Ἱστιαῖον δὲ ταύτης ἀποσφαλέντα τῆς ἐλπίδος Χῖοι κατῆγον ἐς Μίλητον, αὐτοῦ Ἱστιαίου δεηθέντος.
As for Histiaeus, being disappointed of this hope, the Chians tried to bring him back to Miletus, since Histiaeus himself requested it.
οἱ δὲ Μιλήσιοι, ἄσμενοι ἀπαλλαχθέντες καὶ Ἀρισταγόρεω, οὐδαμῶς πρόθυμοι ἦσαν ἄλλον τύραννον δέκεσθαι ἐς τὴν χώρην, οἷα ἐλευθερίης γευσάμενοι. §6.5.2καὶ δὴ νυκτὸς γὰρ ἐούσης βίῃ ἐπειρᾶτο κατιὼν ὁ Ἱστιαῖος ἐς τὴν Μίλητον, τιτρώσκεται τὸν μηρὸν ὑπό τευ τῶν Μιλησίων.
But the Milesians, glad to have been rid of Aristagoras as well, were by no means eager to receive another tyrant into their land, inasmuch as they had tasted freedom. And indeed, since it was night, when Histiaeus tried to return by force into Miletus, he was wounded in the thigh by one of the Milesians.
ὃ μὲν δὴ ὡς ἀπωστὸς τῆς ἑωυτοῦ γίνεται, ἀπικνέεται ὀπίσω ἐς τὴν Χίον· ἐνθεῦτεν δέ, οὐ γὰρ ἔπειθε τοὺς Χίους ὥστε ἑωυτῷ δοῦναι νέας, διέβη ἐς Μυτιλήνην καὶ ἔπεισε Λεσβίους δοῦναί οἱ νέας. §6.5.3οἳ δὲ πληρώσαντες ὀκτὼ τριήρεας ἔπλεον ἅμα Ἱστιαίῳ ἐς Βυζάντιον, ἐνθαῦτα δὲ ἱζόμενοι τὰς ἐκ τοῦ Πόντου ἐκπλεούσας τῶν νεῶν ἐλάμβανον, πλὴν ἢ ὅσοι αὐτῶν Ἱστιαίῳ ἔφασαν ἕτοιμοι εἶναι πείθεσθαι.
When he was shut out from his own country, he returned back to Chios; and from there, since he could not persuade the Chians to give him ships, he crossed over to Mytilene and persuaded the Lesbians to give him ships. Having manned eight triremes, they sailed with Histiaeus to Byzantium, and anchoring there, they seized the ships sailing out from the Pontus, except such of them as said they were ready to obey Histiaeus.