§6.31.1τὰ μὲν περὶ Ἱστιαῖον οὕτω ἔσχε.
Such was the outcome of the affairs concerning Histiaeus.
ὁ δὲ ναυτικὸς στρατὸς ὁ Περσέων χειμερίσας περὶ Μίλητον, τῷ δευτέρῳ ἔτεϊ ὡς ἀνέπλωσε, αἱρέει εὐπετέως τὰς νήσους τὰς πρὸς τῇ ἠπείρῳ κειμένας, Χίον καὶ Λέσβον καὶ Τένεδον.
As for the Persian fleet, after wintering around Miletus, when they put to sea in the second year, they easily captured the islands lying near the mainland: Chios, Lesbos, and Tenedos.
ὅκως δὲ λάβοι τινὰ τῶν νήσων, ὡς ἑκάστην αἱρέοντες οἱ βάρβαροι ἐσαγήνευον τοὺς ἀνθρώπους. §6.31.2σαγηνεύουσι δὲ τόνδε τὸν τρόπον·
Whenever they took any of these islands, the barbarians netted the inhabitants as they captured each one.
ἀνὴρ ἀνδρὸς ἁψάμενος τῆς χειρὸς ἐκ θαλάσσης τῆς βορηίης ἐπὶ τὴν νοτίην διήκουσι, καὶ ἔπειτα διὰ πάσης τῆς νήσου διέρχονται ἐκθηρεύοντες τοὺς ἀνθρώπους.
They net them in the following manner: linking hand in hand, man to man, they stretch from the northern sea to the southern, and then they march through the entire island, hunting the people down.
αἵρεον δὲ καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλιας τὰς Ἰάδας κατὰ ταὐτά, πλὴν οὐκ ἐσαγήνευον τοὺς ἀνθρώπους· οὐ γὰρ οἷά τʼ ἦν.
They also captured the Ionian cities on the mainland in the same way, except they did not net the inhabitants; for indeed, that was impossible.