§6.25.1μετὰ δὲ τὴν ναυμαχίην τὴν ὑπὲρ Μιλήτου γενομένην Φοίνικες κελευσάντων Περσέων κατῆγον ἐς Σάμον Αἰάκεα τὸν Συλοσῶντος ὡς πολλοῦ τε ἄξιον γενόμενον σφίσι καὶ μεγάλα κατεργασάμενον·
After the sea-battle which took place off Miletus, the Phoenicians, by order of the Persians, restored to Samos Aeaces the son of Syloson, as one who had been of great value to them and had performed great services.
§6.25.2καὶ Σαμίοισι μούνοισι τῶν ἀποστάντων ἀπὸ Δαρείου διὰ τὴν ἔκλειψιν τῶν νεῶν ἐν τῇ ναυμαχίῃ οὔτε ἡ πόλις οὔτε τὰ ἱρὰ ἐνεπρήσθη.
And for the Samians alone of those who revolted from Darius, because of the desertion of their ships in the sea-battle, neither their city nor their temples were burnt.
Μιλήτου δὲ ἁλούσης αὐτίκα Καρίην ἔσχον οἱ Πέρσαι, τὰς μὲν ἐθελοντὴν τῶν πολίων ὑποκυψάσας, τὰς δὲ ἀνάγκῃ προσηγάγοντο.
Now when Miletus had been taken, the Persians straightway possessed themselves of Caria, some of the cities submitting of their own accord, and others they brought over by force.