§6.138.1οἱ δὲ Πελασγοὶ οὗτοι Λῆμνον τότε νεμόμενοι καὶ βουλόμενοι τοὺς Ἀθηναίους τιμωρήσασθαι, εὖ τε ἐξεπιστάμενοι τὰς Ἀθηναίων ὁρτάς, πεντηκοντέρους κτησάμενοι ἐλόχησαν Ἀρτέμιδι ἐν Βραυρῶνι ἀγούσας ὁρτὴν τὰς τῶν Ἀθηναίων γυναῖκας, ἐνθεῦτεν δὲ ἁρπάσαντες τουτέων πολλὰς οἴχοντο ἀποπλέοντες, καί σφεας ἐς Λῆμνον ἀγαγόντες παλλακὰς εἶχον.
Now these Pelasgians, who were then dwelling in Lemnos and wishing to punish the Athenians, knowing well the festivals of the Athenians, obtained fifty-rowed ships and lay in wait for the Athenian women celebrating the festival of Artemis at Brauron; and having snatched many of them from there, they sailed away with them, and having brought them to Lemnos, they kept them as concubines.
§6.138.2ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν, γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδίδασκον τοὺς παῖδας.
When these women had given birth to children, they taught their sons the Attic tongue and the manners of the Athenians.
οἳ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ τῶν Πελασγίδων γυναικῶν παισὶ ἤθελον, εἴ τε τύπτοιτό τις αὐτῶν τινός, ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον ἀλλήλοισι· καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδες ἐδικαίευν καὶ πολλῷ ἐπεκράτεον.
And these boys would neither associate with the children of the Pelasgian women, and if one of them was struck by any of the others, they would all come to his aid and avenge one another; moreover, these boys even claimed the right to rule over the other children and got the upper hand by far.
§6.138.3μαθόντες δὲ ταῦτα οἱ Πελασγοὶ ἑωυτοῖσι λόγους ἐδίδοσαν· καί σφι βουλευομένοισι δεινόν τι ἐσέδυνε, εἰ δὴ διαγινώσκοιεν σφίσι τε βοηθέειν οἱ παῖδες πρὸς τῶν κουριδιέων γυναικῶν τοὺς παῖδας καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο, τί δὴ ἀνδρωθέντες δῆθεν ποιήσουσι.
When the Pelasgians learned of this, they held consultations among themselves; and as they deliberated, a terrible dread came upon them, thinking that if these boys already resolved to aid one another against the children of the lawful wives and were attempting to rule over them immediately, what indeed would they do when they became men.
§6.138.4ἐνθαῦτα ἔδοξέ σφι κτείνειν τοὺς παῖδας τοὺς ἐκ τῶν Ἀττικέων γυναικῶν.
Thereupon they resolved to kill the children of the Attic women.
ποιεῦσι δὴ ταῦτα, προσαπολλύουσι δὲ σφέων καὶ τὰς μητέρας.
They indeed did this, and in addition they also destroyed their mothers.
ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων, τὸ ἐργάσαντο αἱ γυναῖκες τοὺς ἅμα Θόαντι ἄνδρας σφετέρους ἀποκτείνασαι, νενόμισται ἀνὰ τὴν Ἑλλάδα τὰ σχέτλια ἔργα πάντα Λήμνια καλέεσθαι.
From this deed and that which happened before it, which the women did when they killed their own husbands along with Thoas, it has become the custom throughout Greece to call all monstrous deeds "Lemnian."