§6.120.1Λακεδαιμονίων δὲ ἧκον ἐς τὰς Ἀθήνας δισχίλιοι μετὰ τὴν πανσέληνον, ἔχοντες σπουδὴν πολλὴν καταλαβεῖν, οὕτω ὥστε τριταῖοι ἐκ Σπάρτης ἐγένοντο ἐν τῇ Ἀττικῇ.
And two thousand of the Lacedaemonians came to Athens after the full moon, having great haste to arrive in time, so that they were in Attica on the third day after leaving Sparta.
ὕστεροι δὲ ἀπικόμενοι τῆς συμβολῆς ἱμείροντο ὅμως θεήσασθαι τοὺς Μήδους· ἐλθόντες δὲ ἐς τὸν Μαραθῶνα ἐθεήσαντο.
Although they arrived too late for the battle, they nevertheless desired to see the Medes; and having gone to Marathon, they viewed them.
μετὰ δὲ αἰνέοντες Ἀθηναίους καὶ τὸ ἔργον αὐτῶν ἀπαλλάσσοντο ὀπίσω.
Afterward, praising the Athenians and their achievement, they departed for home.