§5.57.1οἱ δὲ Γεφυραῖοι, τῶν ἦσαν οἱ φονέες οἱ Ἱππάρχου, ὡς μὲν αὐτοὶ λέγουσι, ἐγεγόνεσαν ἐξ Ἐρετρίης τὴν ἀρχήν, ὡς δὲ ἐγὼ ἀναπυνθανόμενος εὑρίσκω, ἦσαν Φοίνικες τῶν σὺν Κάδμῳ ἀπικομένων Φοινίκων ἐς γῆν τὴν νῦν Βοιωτίην καλεομένην, οἴκεον δὲ τῆς χώρης ταύτης ἀπολαχόντες τὴν Ταναγρικὴν μοῖραν.
The Gephyraeans, to whom the murderers of Hipparchus belonged, were, according to their own account, originally from Eretria; but as I find by inquiry, they were Phoenicians of those who came with Cadmus to the land now called Boeotia, and they dwelt in this region, having received by allotment the district of Tanagra.
§5.57.2ἐνθεῦτεν δὲ Καδμείων πρότερον ἐξαναστάντων ὑπʼ Ἀργείων, οἱ Γεφυραῖοι οὗτοι δεύτερα ὑπὸ Βοιωτῶν ἐξαναστάντες ἐτράποντο ἐπʼ Ἀθηνέων.
Then, after the Cadmeans had previously been expelled by the Argives, these Gephyraeans were in turn expelled by the Boeotians and turned to Athens.
Ἀθηναῖοι δὲ σφέας ἐπὶ ῥητοῖσι ἐδέξαντο σφέων αὐτῶν εἶναι πολιήτας, πολλῶν τεῶν καὶ οὐκ ἀξιαπηγήτων ἐπιτάξαντες ἔργεσθαι.
The Athenians received them as citizens of their own on fixed conditions, prescribing that they should be excluded from many privileges which are not unworthy of mention.