§5.17.1παιόνων μὲν δὴ οἱ χειρωθέντες ἤγοντο ἐς τὴν Ἀσίην.
Thus, those of the Paeonians who had been conquered were led away into Asia.
Μεγάβαζος δὲ ὡς ἐχειρώσατο τοὺς Παίονας, πέμπει ἀγγέλους ἐς Μακεδονίην ἄνδρας ἑπτὰ Πέρσας, οἳ μετʼ αὐτὸν ἐκεῖνον ἦσαν δοκιμώτατοι ἐν τῷ στρατοπέδῳ·
And when Megabazus had conquered the Paeonians, he sent as messengers to Macedonia seven Persian men, who after himself were the most highly esteemed in the army.
ἐπέμποντο δὲ οὗτοι παρὰ Ἀμύντην αἰτήσοντες γῆν τε καὶ ὕδωρ Δαρείῳ βασιλέι.
These were sent to Amyntas to demand earth and water for King Darius.
§5.17.2ἔστι δὲ ἐκ τῆς Πρασιάδος λίμνης σύντομος κάρτα ἐς τὴν Μακεδονίην·
Now, there is a very short route from Lake Prasias into Macedonia.
πρῶτον μὲν γὰρ ἔχεται τῆς λίμνης τὸ μέταλλον ἐξ οὗ ὕστερον τούτων τάλαντον ἀργυρίου Ἀλεξάνδρῳ ἡμέρης ἑκάστης ἐφοίτα, μετὰ δὲ τὸ μέταλλον Δύσωρον καλεόμενον ὄρος ὑπερβάντα εἶναι ἐν Μακεδονίν.
For first, bordering on the lake is the mine, from which at a later time than these events a talent of silver came in every day to Alexander; and after the mine, for one who has crossed the mountain called Dysorum, one is in Macedonia.