§5.109.1τούτου δὲ τοιούτου γινομένου ἔλεξαν οἱ τύραννοι τῆς Κύπρου, συγκαλέσαντες τῶν Ἰώνων τοὺς στρατηγούς,
ἄνδρες Ἴωνες, αἵρεσιν ὑμῖν δίδομεν ἡμεῖς οἱ Κύπριοι ὁκοτέροισι βούλεσθε προσφέρεσθαι, ἢ Πέρσῃσι ἢ Φοίνιξι. §5.109.2εἰ μὲν γὰρ πεζῇ βούλεσθε ταχθέντες Περσέων διαπειρᾶσθαι, ὥρη ἂν εἴη ὑμῖν ἐκβάντας ἐκ τῶν νεῶν τάσσεσθαι πεζῇ, ἡμέας δὲ ἐς τὰς νέας ἐσβαίνειν τὰς ὑμετέρας Φοίνιξι ἀνταγωνιευμένους·
\nWhile this was going on, the rulers of Cyprus summoned the generals of the Ionians and said to them:\n"Men of Ionia, we Cypriots give you a choice as to which of the two you wish to engage, whether the Persians or the Phoenicians.\n\nFor if you wish to be arrayed on land and try your strength against the Persians, it would be time for you to disembark from your ships and array yourselves on land, and for us to embark on your ships to fight against the Phoenicians.
εἰ δὲ Φοινίκων μᾶλλον βούλεσθε διαπειρᾶσθαι, ποιέειν χρεόν ἐστι ὑμέας, ὁκότερα ἂν δὴ τούτων ἕλησθε, ὅκως τὸ κατʼ ὑμέας ἔσται ἥ τε Ἰωνίη καὶ ἡ Κύπρος ἐλευθέρη. §5.109.3εἶπαν Ἴωνες πρὸς ταῦτα
ἡμέας δὲ ἀπέπεμψε τὸ κοινὸν τῶν Ἰώνων φυλάξοντας τὴν θάλασσαν, ἀλλʼ οὐκ ἵνα Κυπρίοισι τὰς νέας παραδόντες αὐτοὶ πεζῇ Πέρσῃσι προσφερώμεθα.
But if you prefer to try your strength against the Phoenicians, you must act, whichever of these two you choose, in such a way that, as far as lies in your power, both Ionia and Cyprus shall be free.\n\nTo this the Ionians replied:\n"The common council of the Ionians sent us to guard the sea, and not so that we should hand over our ships to the Cypriots and ourselves engage the Persians on land.
ἡμεῖς μέν νυν ἐπʼ οὗ ἐτάχθημεν, ταύτῃ πειρησόμεθα εἶναι χρηστοί· ὑμέας δὲ χρεόν ἐστι ἀναμνησθέντας οἷα ἐπάσχετε δουλεύοντες πρὸς τῶν Μήδων, γίνεσθαι ἄνδρας ἀγαθούς.
We, therefore, will try to be of good service in the post where we have been stationed; but you must show yourselves brave men, remembering what kind of treatment you suffered while serving as slaves under the Medes."