§4.41.1τοιαύτη μὲν καὶ τοσαύτη ἡ Ἀσίη ἐστί, ἡ δὲ Λιβύη ἐν τῇ ἀκτῇ τῇ ἑτέρῃ ἐστί· ἀπὸ γὰρ Αἰγύπτου Λιβύη ἤδη ἐκδέκεται.
Such and so great is Asia; but Libya is on the other peninsula, for Libya succeeds immediately to Egypt.
κατὰ μέν νυν Αἴγυπτον ἡ ἀκτὴ αὕτη στεινή ἐστι· ἀπὸ γὰρ τῆσδε τῆς θαλάσσης ἐς τὴν Ἐρυθρὴν θάλασσαν δέκα μυριάδες εἰσὶ ὀργυιέων, αὗται δʼ ἂν εἶεν χίλιοι στάδιοι· τὸ δὲ ἀπὸ τοῦ στεινοῦ τούτου κάρτα πλατέα τυγχάνει ἐοῦσα ἡ ἀκτὴ ἥτις Λιβύη κέκληται.
Now, along Egypt this peninsula is narrow; for from this sea to the Red Sea it is a hundred thousand orguiai, which would be one thousand stadia; but from this narrow neck onward, the peninsula which is called Libya happens to be very wide.