§4.4.1ταῦτα ἀκούσαντες οἱ Σκύθαι ἐποίευν ἐπιτελέα· οἳ δὲ ἐκπλαγέντες τῷ γινομένῳ τῆς μάχης τε ἐπελάθοντο καὶ ἔφευγον.
Having heard this, the Scythians carried it into effect; and they, struck with terror by what was happening, both forgot the battle and fled.
οὕτω οἱ Σκύθαι τῆς τε Ἀσίης ἧρξαν καὶ ἐξελασθέντες αὖτις ὑπὸ Μήδων κατῆλθον τρόπῳ τοιούτῳ ἐς τὴν σφετέρην.
Thus the Scythians ruled over Asia and, having been driven out again by the Medes, returned in such a manner to their own land.
τῶνδε εἵνεκα ὁ Δαρεῖυς τίσασθαι βουλόμενος συνήγειρε ἐπʼ αὐτοὺς στράτευμα.
For these reasons Darius, wishing to take vengeance, assembled an army against them.