§4.37.1Πέρσαι οἰκέουσι κατήκοντες ἐπὶ τὴν νοτίην θάλασσαν τὴν Ἐρυθρὴν καλεομένην, τούτων δὲ ὑπεροικέουσι πρὸς βορέην ἄνεμον Μῆδοι, Μήδων δὲ Σάσπειρες, Σασπείρων δὲ Κόλχοι κατήκοντες ἐπὶ τὴν βορηίην θάλασσαν, ἐς τὴν Φᾶσις ποταμὸς ἐκδιδοῖ.
The Persians dwell extending down to the southern sea, which is called the Erythraean; and above them, toward the north wind, dwell the Medes; and above the Medes, the Saspeirians; and above the Saspeirians, the Colchians, extending down to the northern sea, into which the river Phasis empties.
ταῦτα τέσσερα ἔθνεα οἰκέει ἐκ θαλάσσης ἐς θάλασσαν.
These four nations dwell from sea to sea.