§4.201.1χρόνον δὲ δὴ πολλὸν τριβομένων καὶ πιπτόντων ἀμφοτέρων πολλῶν καὶ οὐκ ἧσσον τῶν Περσέων, Ἄμασις ὁ στρατηγὸς τοῦ πεζοῦ μηχανᾶται τοιάδε.
When much time was being spent and many of both sides were falling—and no fewer of the Persians—Amasis, the general of the infantry, devised the following scheme.
μαθὼν τοὺς Βορκαίους ὡς κατὰ μὲν τὸ ἰσχυρὸν οὐκ αἱρετοὶ εἶεν, δόλῳ δὲ αἱρετοί, ποιέει τοιάδε· νυκτὸς τάφρην ὀρύξας εὐρέαν ἐπέτεινε ξύλα ἀσθενέα ὑπὲρ αὐτῆς, κατύπερθε δὲ ἐπιπολῆς τῶν ξύλων χοῦν γῆς ἐπεφόρησε ποιέων τῇ ἄλλῃ γῇ ἰσόπεδον.
Learning that the Barcaeans could not be taken by force, but could be taken by guile, he did as follows: having dug a wide trench by night, he stretched weak timbers over it, and on top of the timbers he piled up a layer of earth, making it level with the rest of the ground.
§4.201.2ἅμα ἡμέρῃ δὲ ἐς λόγους προεκαλέετο τοὺς Βαρκαίους· οἳ δὲ ἀσπαστῶς ὑπήκουσαν, ἐς ὅ σφι ἕαδε ὁμολογίῃ χρήσασθαι.
At daybreak he invited the Barcaeans to a conference; and they gladly complied, until it pleased them to come to an agreement.
τὴν δὲ ὁμολογίην ἐποιεῦντο τοιήνδε τινά, ἐπὶ τῆς κρυπτῆς τάφρου τάμνοντες ὅρκια, ἔστʼ ἂν ἡ γῆ αὕτη οὕτω ἔχῃ, μένειν τὸ ὅρκιον κατὰ χώρην, καὶ Βαρκαίους τε ὑποτελέειν φάναι ἀξίην βασιλέι καὶ Πέρσας μηδὲν ἄλλο νεοχμοῦν κατὰ Βαρκαίους.
They made an agreement of this sort, swearing oaths over the hidden trench: that as long as this earth should remain as it was, the oath should stand firm; and that the Barcaeans promised to pay a fitting tribute to the King, while the Persians would make no new attempt against the Barcaeans.
§4.201.3μετὰ δὲ τὸ ὅρκιον Βαρκαῖοι μὲν πιστεύσαντες τούτοισι αὐτοί τε ἐξῄσαν ἐκ τοῦ ἄστεος καὶ τῶν πολεμίων ἔων παριέναι ἐς τὸ τεῖχος τὸν βουλόμενον, τὰς πάσας πύλας ἀνοίξαντες.
After the oath, the Barcaeans, trusting in these terms, both went out of the city themselves and allowed any of the enemy who wished to enter inside the wall, opening all the gates.
οἱ δὲ Πέρσαι καταρρήξαντες τὴν κρυπτὴν γέφυραν ἔθεον ἔσω ἐς τὸ τεῖχος.
But the Persians, having broken down the hidden bridge, rushed inside the wall.
κατέρρηξαν δὲ τοῦδε εἵνεκα τὴν ἐποίησαν γέφυραν, ἵνα ἐμπεδορκέοιεν, ταμόντες τοῖσι Βαρκαίοισι χρόνον μένειν αἰεὶ τὸ ὅρκιον ὅσον ἂν ἡ γῆ μένῃ κατὰ τότε εἶχε· καταρρήξασι δὲ οὐκέτι ἔμενε τὸ ὅρκιον κατὰ χώρην.
They broke down the bridge they had made for this reason: so that they might keep their oath; for they had sworn to the Barcaeans that the oath would remain in force forever as long as the earth should remain as it then was; but now that they had broken it down, the oath no longer stood firm.