§4.145.1οὗτος μέν νυν ταῦτα ἔπρησσε. τὸν αὐτὸν δὲ τοῦτον χρόνον ἐγίνετο ἐπὶ Λιβύην ἄλλος στρατιῆς μέγας στόλος, διὰ πρόφασιν τὴν ἐγὼ ἀπηγήσομαι προδιηγησάμενος πρότερον τάδε.
While this man was doing these things, at this very same time another great military expedition was being prepared against Libya, for a reason which I shall relate after I have first narrated the following things.
§4.145.2τῶν ἐκ τῆς Ἀργοῦς ἐπιβατέων παίδων παῖδες ἐξελασθέντες ὑπὸ Πελασγῶν τῶν ἐκ Βραυρῶνος ληισαμένων τὰς Ἀθηναίων γυναῖκας, ὑπὸ τούτων ἐξελασθέντες ἐκ Λήμνου οἴχοντο πλέοντες ἐς Λακεδαίμονα, ἱζόμενοι δὲ ἐν τῷ Τηϋγέτῳ πῦρ ἀνέκαιον.
The grandchildren of the crew of the Argo, having been driven out by the Pelasgians who had carried off the Athenian women from Brauron—having been driven out by them from Lemnos, went sailing to Lacedaemon, and encamping on Mount Taygetus, they kindled a fire.
§4.145.3Λακεδαιμόνιοι δὲ ἰδόντες ἄγγελον ἔπεμπον πευσόμενοι τίνες τε καὶ ὁκόθεν εἰσί· οἳ δὲ τῷ ἀγγέλῳ εἰρωτῶντι ἔλεγον ὡς εἴησαν μὲν Μινύαι, παῖδες δὲ εἶεν τῶν ἐν τῇ Ἀργοῖ πλεόντων ἡρώων, προσσχόντας δὲ τούτους ἐς Λῆμνον φυτεῦσαι σφέας.
The Lacedaemonians, seeing this, sent a messenger to inquire who they were and where they came from; and they told the inquiring messenger that they were Minyae, children of the heroes who sailed in the Argo, and that when these latter had put in at Lemnos, they had begotten them.
§4.145.4οἱ δὲ Λακεδαιμόνιοι ἀκηκοότες τὸν λόγον τῆς γενεῆς τῶν Μινυέων, πέμψαντες τὸ δεύτερον εἰρώτων τί θέλοντες ἥκοιέν τε ἐς τὴν χώρην καὶ πῦρ αἴθοιεν.
When the Lacedaemonians had heard the account of the lineage of the Minyae, they sent a second time to ask with what intent they had come to the land and were burning a fire.
οἳ δὲ ἔφασαν ὑπὸ Πελασγῶν ἐκβληθέντες ἥκειν ἐς τοὺς πατέρας· δικαιότατον γὰρ εἶναι οὕτω τοῦτο γίνεσθαι. δέεσθαι δὲ οἰκέειν ἅμα τούτοισι μοῖράν τε τιμέων μετέχοντες καὶ τῆς γῆς ἀπολαχόντες.
They said that they had come to their fathers, having been cast out by the Pelasgians; for it was most just that this should happen so; and they requested to dwell with them, sharing in their honors and receiving a portion of the land.
§4.145.5Λακεδαιμονίοισι δὲ ἕαδε δέκεσθαι τοὺς Μινύας ἐπʼ οἷσι θέλουσι αὐτοί.
The Lacedaemonians were pleased to receive the Minyae on the terms they themselves wished.
μάλιστα δὲ ἐνῆγε σφέας ὥστε ποιέειν ταῦτα τῶν Τυνδαριδέων ἡ ναυτιλίη ἐν τῇ Ἀργοῖ.
What chiefly induced them to do this was the participation of the Tyndaridae in the voyage of the Argo.
δεξάμενοι δὲ τοὺς Μινύας γῆς τε μετέδοσαν καὶ ἐς φυλὰς διεδάσαντο. οἳ δὲ αὐτίκα μὲν γάμους ἔγημαν, τὰς δὲ ἐκ Λήμνου ἤγοντο ἐξέδοσαν ἄλλοισι.
Having received the Minyae, they shared their land with them and distributed them among their tribes; and they immediately contracted marriages, and gave those women whom they had brought from Lemnos in marriage to others.