§4.105.1Νευροὶ δὲ νόμοισι μὲν χρέωνται Σκυθικοῖσι, γενεῇ δὲ μιῇ πρότερον σφέας τῆς Δαρείου στρατηλασίης κατέλαβε ἐκλιπεῖν τὴν χώρην πᾶσαν ὑπὸ ὀφίων· ὄφιας γάρ σφι πολλοὺς μὲν ἡ χώρη ἀνέφαινε, οἱ δὲ πλεῦνες ἄνωθέν σφι ἐκ τῶν ἐρήμων ἐπέπεσον, ἐς ὃ πιεζόμενοι οἴκησαν μετὰ Βουδίνων τὴν ἑωυτῶν ἐκλιπόντες.
The Neuri use Scythian customs, but one generation before the expedition of Darius it befell them to abandon their entire land because of snakes; for their land produced many snakes for them, and still more fell upon them from above out of the deserts, until, hard pressed, they abandoned their own land and dwelt with the Budini.
κινδυνεύουσι δὲ οἱ ἄνθρωποι οὗτοι γόητες εἶναι.
And these men are likely to be sorcerers.
§4.105.2λέγονται γὰρ ὑπὸ Σκυθέων καὶ Ἑλλήνων τῶν ἐν τῇ Σκυθικῇ κατοικημένων ὡς ἔτεος ἑκάστου ἅπαξ τῶν Νευρῶν ἕκαστος λύκος γίνεται ἡμέρας ὀλίγας καὶ αὖτις ὀπίσω ἐς τὠυτὸ κατίσταται.
For they are said by the Scythians and by the Greeks settled in Scythia that once every year each of the Neuri becomes a wolf for a few days and again returns to his former state.
ἐμὲ μέν νυν ταῦτα λέγοντες οὐ πείθουσι, λέγουσι δὲ οὐδὲν ἧσσον, καὶ ὀμνῦσι δὲ λέγοντες.
Now, they do not convince me by saying these things, but they say them none the less, and indeed they swear as they say them.