§3.115.1αὗται μέν νυν ἔν τε τῇ Ἀσίῃ ἐσχατιαί εἰσι καὶ ἐν τῇ Λιβύῃ.
These then are the extremities in Asia and in Libya.
περὶ δὲ τῶν ἐν τῇ Εὐρώπῃ τῶν πρὸς ἑσπέρην ἐσχατιέων ἔχω μὲν οὐκ ἀτρεκέως λέγειν· οὔτε γὰρ ἔγωγε ἐνδέκομαι Ἠριδανὸν καλέεσθαι πρὸς βαρβάρων ποταμὸν ἐκδιδόντα ἐς θάλασσαν τὴν πρὸς βορέην ἄνεμον, ἀπʼ ὅτευ τὸ ἤλεκτρον φοιτᾶν λόγος ἐστί, οὔτε νήσους οἶδα Κασσιτερίδας ἐούσας, ἐκ τῶν ὁ κασσίτερος ἡμῖν φοιτᾷ.
But concerning the extremities in Europe towards the west, I am not able to speak with certainty; for indeed I do not admit that a river called Eridanus by barbarians empties into the sea towards the north wind, from which there is a story that amber comes, nor do I know of the existence of islands called Cassiterides, from which tin comes to us.
§3.115.2τοῦτο μὲν γὰρ ὁ Ἠριδανὸς αὐτὸ κατηγορέει τὸ οὔνομα ὡς ἔστι Ἑλληνικὸν καὶ οὐ βάρβαρον, ὑπὸ ποιητέω δὲ τινὸς ποιηθέν· τοῦτο δὲ οὐδενὸς αὐτόπτεω γενομένου δύναμαι ἀκοῦσαι, τοῦτο μελετῶν, ὅκως θάλασσα ἐστὶ τὰ ἐπέκεινα Εὐρώπης.
For first, the very name Eridanus accuses itself of being Greek and not barbarian, having been fashioned by some poet; and secondly, though I make this my study, I cannot hear from any eyewitness that there is a sea beyond Europe.
ἐξ ἐσχάτης δʼ ὦν ὁ κασσίτερος ἡμῖν φοιτᾷ καὶ τὸ ἤλεκτρον.
But at any rate, both tin and amber do come to us from the extremity.