§2.77.1αὐτῶν δὲ δὴ Αἰγυπτίων οἳ μὲν περὶ τὴν σπειρομένην Αἴγυπτον οἰκέουσι, μνήμην ἀνθρώπων πάντων ἐπασκέοντες μάλιστα λογιώτατοι εἰσὶ μακρῷ τῶν ἐγὼ ἐς διάπειραν ἀπικόμην,
Of the Egyptians themselves, those who dwell in the cultivated part of Egypt, practicing memory more than all other men, are by far the most learned in history of all those whom I have put to the test.
§2.77.2τρόπῳ δὲ ζόης τοιῷδε διαχρέωνται· συρμαΐζουσι τρεῖς ἡμέρας ἐπεξῆς μηνὸς ἑκάστου, ἐμέτοισι θηρώμενοι τὴν ὑγιείην καὶ κλύσμασι, νομίζοντες ἀπὸ τῶν τρεφόντων σιτίων πάσας τὰς νούσους τοῖσι ἀνθρώποισι γίνεσθαι.
They use the following manner of life: they purge themselves for three consecutive days in each month, pursuing health by means of emetics and clysters, believing that all diseases arise in men from the food that nourishes them.
§2.77.3εἰσὶ μὲν γὰρ καὶ ἄλλως Αἰγύπτιοι μετὰ Λίβυας ὑγιηρέστατοι πάντων ἀνθρώπων τῶν ὡρέων δοκέειν ἐμοὶ εἵνεκα, ὅτι οὐ μεταλλάσσουσι αἱ ὧραι· ἐν γὰρ τῇσι μεταβολῇσι τοῖσι ἀνθρώποισι αἱ νοῦσοι μάλιστα γίνονται τῶν τε ἄλλων πάντων καὶ δὴ καὶ τῶν ὡρέων μάλιστα.
For indeed, even apart from this, the Egyptians are, after the Libyans, the healthiest of all men, which in my opinion is due to the seasons, because the seasons do not change; for it is in changes that diseases especially arise in men, as well in all other changes but particularly in those of the seasons.
§2.77.4ἀρτοφαγέουσι δὲ ἐκ τῶν ὀλυρέων ποιεῦντες ἄρτους, τοὺς ἐκεῖνοι κυλλήστις ὀνομάζουσι.
They feed on bread made from spelt, which they call "kyllestis".
οἴνῳ δὲ ἐκ κριθέων πεποιημένῳ διαχρέωνται· οὐ γάρ σφι εἰσὶ ἐν τῇ χώρῃ ἄμπελοι.
And they use a wine made from barley, for they have no vines in their country.
ἰχθύων δὲ τοὺς μὲν πρὸς ἥλιον αὐήναντες ὠμοὺς σιτέονται, τοὺς δὲ ἐξ ἅλμης τεταριχευμένους.
Of fish, some they eat raw, having dried them in the sun, and others preserved in brine.
§2.77.5ὀρνίθων δὲ τούς τε ὄρτυγας καὶ τὰς νήσσας καὶ τὰ μικρὰ τῶν ὀρνίθων ὠμὰ σιτέονται προταριχεύσαντες.
Of birds, they eat quails and ducks and small birds raw, having first pickled them.
τὰ δὲ ἄλλα ὅσα ἢ ὀρνίθων ἢ ἰχθύων σφι ἐστὶ ἐχόμενα, χωρὶς ἢ ὁκόσοι σφι ἱροὶ ἀποδεδέχαται, τοὺς λοιποὺς ὀπτοὺς καὶ ἑφθοὺς σιτέονται.
But all other kinds of birds or fish that they have, except such as have been set apart for them as sacred, they eat either roasted or boiled.