§2.51.1ταῦτα μέν νυν καὶ ἄλλα πρὸς τούτοισι, τὰ ἐγὼ φράσω, Ἕλληνες ἀπʼ Αἰγυπτίων νενομίκασι·
These customs then, and others besides them which I shall mention, the Greeks have adopted from the Egyptians.
τοῦ δὲ Ἑρμέω τὰ ἀγάλματα ὀρθὰ ἔχειν τὰ αἰδοῖα ποιεῦντες οὐκ ἀπʼ Αἰγυπτίων μεμαθήκασι, ἀλλʼ ἀπὸ Πελασγῶν πρῶτοι μὲν Ἑλλήνων ἁπάντων Ἀθηναῖοι παραλαβόντες, παρὰ δὲ τούτων ὧλλοι.
However, as for making the statues of Hermes with erect male organs, they did not learn this from the Egyptians but from the Pelasgians; the Athenians were the first of all the Greeks to receive this custom, and from them the others did so.
§2.51.2Ἀθηναίοισι γὰρ ἤδη τηνικαῦτα ἐς Ἕλληνας τελέουσι Πελασγοὶ σύνοικοι ἐγένοντο ἐν τῇ χώρῃ, ὅθεν περ καὶ Ἕλληνες ἤρξαντο νομισθῆναι.
For indeed, at that time, when the Athenians were already counted among the Greeks, the Pelasgians became their fellow-dwellers in their land, from which very circumstance the Athenians also began to be considered Greeks.
ὅστις δὲ τὰ Καβείρων ὄργια μεμύηται, τὰ Σαμοθρήικες ἐπιτελέουσι παραλαβόντες παρὰ Πελασγῶν, οὗτος ὡνὴρ οἶδε τὸ λέγω·
And whoever has been initiated into the rites of the Cabiri, which the Samothracians perform having received them from the Pelasgians, that man knows what I mean.
§2.51.3τὴν γὰρ Σαμοθρηίκην οἴκεον πρότερον Πελασγοὶ οὗτοι οἵ περ Ἀθηναίοισι σύνοικοι ἐγένοντο, καὶ παρὰ τούτων Σαμοθρήικες τὰ ὄργια παραλαμβάνουσι.
For these Pelasgians who became fellow-dwellers with the Athenians previously inhabited Samothrace, and from them the Samothracians receive their rites.
§2.51.4ὀρθὰ ὦν ἔχειν τὰ αἰδοῖα τἀγάλματα τοῦ Ἑρμέω Ἀθηναῖοι πρῶτοι Ἑλλήνων μαθόντες παρὰ Πελασγῶν ἐποιήσαντο· οἱ δὲ Πελασγοὶ ἱρόν τινα λόγον περὶ αὐτοῦ ἔλεξαν, τὰ ἐν τοῖσι ἐν Σαμοθρηίκῃ μυστηρίοισι δεδήλωται.
Thus, the Athenians were the first of the Greeks to make the statues of Hermes with erect male organs, having learned it from the Pelasgians; and the Pelasgians told a certain sacred story about this, which is revealed in the mysteries in Samothrace.