§2.178.1φιλέλλην δὲ γενόμενος ὁ Ἄμασις ἄλλα τε ἐς Ἑλλήνων μετεξετέρους ἀπεδέξατο, καὶ δὴ καὶ τοῖσι ἀπικνευμένοισι ἐς Αἴγυπτον ἔδωκε Ναύκρατιν πόλιν ἐνοικῆσαι· τοῖσι δὲ μὴ βουλομένοισι αὐτῶν οἰκέειν, αὐτοῦ δὲ ναυτιλλομένοισι ἔδωκε χώρους ἐνιδρύσασθαι βωμοὺς καὶ τεμένεα θεοῖσι.
Having become a friend of the Greeks, Amasis showed various favors to certain among them, and in particular, to those who arrived in Egypt he gave the city of Naucratis to inhabit; and to those of them who did not wish to dwell there, but who sailed thither, he gave land to establish altars and sacred precincts for the gods.
§2.178.2τὸ μέν νυν μέγιστον αὐτῶν τέμενος, καὶ ὀνομαστότατον ἐὸν καὶ χρησιμώτατον, καλεύμενον δὲ Ἑλλήνιον, αἵδε αἱ πόλιες εἰσὶ αἱ ἱδρυμέναι κοινῇ, Ἱώνων μὲν Χίος καὶ Τέως καὶ Φώκαια καὶ Κλαζομεναί, Δωριέων δὲ Ῥόδος καὶ Κνίδος καὶ Ἁλικαρνησσὸς καὶ Φάσηλις, Αἰολέων δὲ ἡ Μυτιληναίων μούνη.
Now their greatest precinct, which is also the most famous and the most useful, called the Hellenion, is the one established in common by the following cities: of the Ionians, Chios, Teos, Phocaea, and Clazomenae; of the Dorians, Rhodes, Cnidus, Halicarnassus, and Phaselis; and of the Aeolians, Mytilene alone.
§2.178.3τουτέων μὲν ἐστὶ τοῦτο τὸ τέμενος, καὶ προστάτας τοῦ ἐμπορίου αὗται αἱ πόλιες εἰσὶ αἱ παρέχουσαι· ὅσαι δὲ ἄλλαι πόλιες μεταποιεῦνται, οὐδέν σφι μετεὸν μεταποιεῦνται.
This precinct belongs to these cities, and it is these cities that provide the officers of the trading port; and whatever other cities lay claim to it, they do so having no share in it.
χωρὶς δὲ Αἰγινῆται ἐπὶ ἑωυτῶν ἱδρύσαντο τέμενος Διός, καὶ ἄλλο Σάμιοι Ἥρης καὶ Μιλήσιοι Ἀπόλλωνος.
Separately, the Aeginetans established for themselves a precinct of Zeus, the Samians another of Hera, and the Milesians another of Apollo.