§2.170.1εἰσὶ δὲ καὶ αἱ ταφαὶ τοῦ οὐκ ὅσιον ποιεῦμαι ἐπὶ τοιούτῳ πρήγματι ἐξαγορεύειν τὸ οὔνομα ἐν Σάι, ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης, ὄπισθε τοῦ νηοῦ, παντὸς τοῦ τῆς Ἀθηναίης ἐχόμεναι τοίχου.
There are also the tombs of him whose name I consider it not pious to mention in connection with such a matter, in Sais, in the temple of Athena, behind the inner shrine, adjoining the whole wall of the temple of Athena.
§2.170.2καὶ ἐν τῷ τεμένεϊ ὀβελοὶ ἑστᾶσι μεγάλοι λίθινοι, λίμνη τε ἐστὶ ἐχομένη λιθίνῃ κρηπῖδι κεκοσμημένη καὶ ἐργασμένη εὖ κύκλῳ καὶ μέγαθος, ὡς ἐμοὶ ἐδόκεε, ὅση περ ἡ ἐν Δήλῳ ἡ τροχοειδὴς καλεομένη.
And in the sacred enclosure stand great stone obelisks, and there is also a lake, bordered with a stone coping and well constructed in a circle, and in size, as it seemed to me, just as large as the one in Delos called "the Circular".