§2.102.1παραμειψάμενος ὦν τούτους τοῦ ἐπὶ τούτοισι γενομένου βασιλέος, τῷ οὔνομα ἦν Σέσωστρις, τούτου μνήμην ποιήσομαι·
Passing over these kings, therefore, I will make mention of the king who came after them, whose name was Sesostris.
§2.102.2τὸν ἔλεγον οἱ ἱρέες πρῶτον μὲν πλοίοισι μακροῖσι ὁρμηθέντα ἐκ τοῦ Ἀραβίου κόλπου τοὺς παρὰ τὴν Ἐρυθρὴν θάλασσαν κατοικημένους καταστρέφεσθαι, ἐς ὃ πλέοντά μιν πρόσω ἀπικέσθαι ἐς θάλασσαν οὐκέτι πλωτὴν ὑπὸ βραχέων.
The priests said that he, setting out first with long ships from the Arabian Gulf, subdued those who dwelt along the Erythraean Sea, until, sailing further, he reached a sea that was no longer navigable because of shoals.
§2.102.3ἐνθεῦτεν δὲ ὡς ὀπίσω ἀπίκετο ἐς Αἴγυπτον, κατὰ τῶν ἱρέων τὴν φάτιν, πολλὴν στρατιὴν τῶν λαβὼν ἤλαυνε διὰ τῆς ἠπείρου, πᾶν ἔθνος τὸ ἐμποδὼν καταστρεφόμενος.
From there, when he returned to Egypt, according to the report of the priests, he took a large army of them and marched through the mainland, subduing every nation that stood in his way.
§2.102.4ὁτέοισι μέν νυν αὐτῶν ἀλκίμοισι ἐνετύγχανε καὶ δεινῶς γλιχομένοισι περὶ τῆς ἐλευθερίης, τούτοισι μὲν στήλας ἐνίστη ἐς τὰς χώρας διὰ γραμμάτων λεγούσας τό τε ἑωυτοῦ οὔνομα καὶ τῆς πάτρης, καὶ ὡς δυνάμι τῇ ἑωυτοῦ κατεστρέψατο σφέας·
Now, whichever of these nations he encountered that were brave and strove fiercely for their freedom, in their lands he set up pillars with inscriptions declaring his own name and that of his country, and how he had subdued them by his own power.
§2.102.5ὅτεων δὲ ἀμαχητὶ καὶ εὐπετέως παρέλαβε τὰς πόλιας, τούτοισι δὲ ἐνέγραφε ἐν τῇσι στήλῃσι κατὰ ταὐτὰ καὶ τοῖσι ἀνδρηίοισι τῶν ἐθνέων γενομένοισι, καὶ δὴ καὶ αἰδοῖα γυναικὸς προσενέγραφε, δῆλα βουλόμενος ποιέειν ὡς εἴησαν ἀνάλκιδες.
But in the case of those whose cities he took without a fight and easily, he inscribed on their pillars the same things as for those nations that had proved courageous, and moreover, he also engraved the private parts of a woman, wishing to make it clear that they were cowardly.