§1.52.1ταῦτα μὲν ἐς Δελφοὺς ἀπέπεμψε, τῷ δὲ Ἀμφιάρεῳ, πυθόμενος αὐτοῦ τήν τε ἀρετὴν καὶ τὴν πάθην, ἀνέθηκε σάκος τε χρύσεον πᾶν ὁμοίως καὶ αἰχμὴν στερεὴν πᾶσαν χρυσέην, τὸ ξυστὸν τῇσι λόγχῃσι ἐὸν ὁμοίως χρύσεον·
These things he sent to Delphi; but to Amphiaraus, having learned of his valour and his fate, he dedicated a shield entirely of gold likewise, and a solid spear all of gold, the shaft being likewise of gold as well as the points.
τὰ ἔτι καὶ ἀμφότερα ἐς ἐμὲ ἦν κείμενα ἐν Θήβῃσι καὶ Θηβέων ἐν τῳ νηῷ τοῦ Ἰσμηνίου Ἀπόλλωνος.
Both of these were still in my time lying at Thebes, in the temple of Ismenian Apollo of the Thebans.