§1.34.1μετὰ δὲ Σόλωνα οἰχόμενον ἔλαβέ ἐκ θεοῦ νέμεσις μεγάλη Κροῖσον, ὡς εἰκάσαι, ὅτι ἐνόμισε ἑωυτὸν εἶναι ἀνθρώπων ἁπάντων ὀλβιώτατον.
After Solon had gone, a great retribution from God overtook Croesus, in all probability because he considered himself to be the happiest of all men.
αὐτίκα δέ οἱ εὕδοντι ἐπέστη ὄνειρος, ὅς οἱ τὴν ἀληθείην ἔφαινε τῶν μελλόντων γενέσθαι κακῶν κατὰ τὸν παῖδα.
Immediately a dream stood over him as he slept, which revealed to him the truth of the evils that were about to happen concerning his son.
§1.34.2ἦσαν δὲ τῷ Κροίσῳ δύο παῖδες, τῶν οὕτερος μὲν διέφθαρτο, ἦν γὰρ δὴ κωφός, ὁ δὲ ἕτερος τῶν ἡλίκων μακρῷ τὰ πάντα πρῶτος· οὔνομα δέ οἱ ἦν Ἄτυς.
Now Croesus had two sons, of whom one was ruined, for he was indeed dumb; but the other was by far the first in all things among those of his own age, and his name was Atys.
τοῦτον δὴ ὦν τὸν Ἄτυν σημαίνει τῷ Κροίσῳ ὁ ὄνειρος, ὡς ἀπολέει μιν αἰχμῇ σιδηρέῃ βληθέντα.
It was indeed this Atys that the dream pointed out to Croesus, namely, that he would perish, being struck by an iron spear-point.
§1.34.3ὃ δʼ ἐπείτε ἐξηγέρθη καὶ ἑωυτῷ λόγον ἔδωκε, καταρρωδήσας τὸν ὄνειρον ἄγεται μὲν τῷ παιδὶ γυναῖκα, ἐωθότα δὲ στρατηγέειν μιν τῶν Λυδῶν οὐδαμῇ ἔτι ἐπὶ τοιοῦτο πρῆγμα ἐξέπεμπε·
When he awoke and considered the matter with himself, being terrified by the dream, he first took a wife for his son; and whereas the young man had been accustomed to lead the Lydians in war, Croesus would no longer send him out on any such business.
ἀκόντια δὲ καὶ δοράτια καὶ τά τοιαῦτα πάντα τοῖσι χρέωνται ἐς πόλεμον ἄνθρωποι, ἐκ τῶν ἀνδρεώνων ἐκκομίσας ἐς τοὺς θαλάμους συνένησε, μή τί οἱ κρεμάμενον τῷ παιδὶ ἐμπέσῃ.
Moreover, gathering from the men's apartments all the javelins, spears, and all such weapons as men use in war, he piled them up in the inner chambers, lest any of them hanging up should fall upon his son.