§1.206.1ἔχοντι δέ οἱ τοῦτον τὸν πόνον πέμψασα ἡ Τόμυρις κήρυκα ἔλεγε τάδε. ὦ βασιλεῦ Μήδων, παῦσαι σπεύδων τὰ σπεύδεις· οὐ γὰρ ἂν εἰδείης εἴ τοι ἐς καιρὸν ἔσται ταῦτα τελεόμενα·
While he was engaged in this labor, Tomyris sent a herald to him with this message: "O king of the Medes, cease to strive after what you are striving after; for you cannot know whether these things, when accomplished, will turn out to your advantage.
παυσάμενος δὲ βασίλευε τῶν σεωυτοῦ, καὶ ἡμέας ἀνέχευ ὁρέων ἄρχοντας τῶν περ ἄρχομεν.
Cease, and rule your own people, and endure to look upon us ruling those whom we rule.
§1.206.2οὔκων ἐθελήσεις ὑποθήκῃσι τῇσιδε χρᾶσθαι, ἀλλὰ πάντως μᾶλλον ἢ διʼ ἡσυχίης εἶναι· σὺ δὴ εἰ μεγάλως προθυμέαι Μασσαγετέων πειρηθῆναι, φέρε μόχθον μὲν τὸν ἔχεις ζευγνὺς τὸν ποταμὸν ἄπες, σὺ δὲ ἡμέων ἀναχωρησάντων ἀπὸ τοῦ ποταμοῦ τριῶν ἡμερέων ὁδὸν διάβαινε ἐς τὴν ἡμετέρην·
But since you will not be willing to follow these counsels, but prefer anything rather than to remain at peace, if you are exceedingly eager to make trial of the Massagetae, come, leave off the labor you have in bridging the river, and, while we withdraw a three days' journey from the river, cross over into our country.
§1.206.3εἰ δʼ ἡμέας βούλεαι ἐσδέξασθαι μᾶλλον ἐς τὴν ὑμετέρην, σὺ τὠυτὸ τοῦτο ποίεε. ταῦτα δὲ ἀκούσας ὁ Κῦρος συνεκάλεσε Περσέων τοὺς πρώτους, συναγείρας δὲ τούτους ἐς μέσον σφι προετίθεε τὸ πρῆγμα, συμβουλευόμενος ὁκότερα ποιέῃ.
But if you would rather receive us into your country, do you yourself do this same thing." On hearing this, Cyrus assembled the chief men of the Persians, and having gathered them into their midst, he laid the matter before them, consulting them as to which of the two courses he should take.
τῶν δὲ κατὰ τὠυτὸ αἱ γνῶμαι συνεξέπιπτον κελευόντων ἐσδέκεσθαι Τόμυρίν τε καὶ τὸν στρατὸν αὐτῆς ἐς τὴν χώρην.
And their opinions all agreed in advising that they should receive Tomyris and her army into their country.