§1.198.1ταφαὶ δέ σφι ἐν μέλιτι, θρῆνοι δὲ παραπλήσιοι τοῖσι ἐν Αἰγύπτῳ.
And their burials are in honey, and their lamentations are similar to those in Egypt.
ὁσάκις δʼ ἂν μιχθῇ γυναικὶ τῇ ἑωυτοῦ ἀνὴρ Βαβυλώνιος, περὶ θυμίημα καταγιζόμενον ἵζει, ἑτέρωθι δὲ ἡ γυνὴ τὠυτὸ τοῦτο ποιέει, ὄρθρου δὲ γενομένου λοῦνται καὶ ἀμφότεροι· ἄγγεος γὰρ οὐδενὸς ἅψονται πρὶν ἂν λούσωνται.
Whenever a Babylonian man has intercourse with his own wife, he sits around burning incense, and in another place the woman does this very same thing; and when dawn comes, both of them wash themselves; for they will touch no vessel until they have washed themselves.
ταὐτὰ δὲ ταῦτα καὶ Ἀράβιοι ποιεῦσι.
And the Arabians also do these very same things.