§1.190.1ὡς δὲ τὸν Γύνδην ποταμὸν ἐτίσατο Κῦρος ἐς τριηκοσίας καὶ ἑξήκοντα διώρυχάς μιν διαλαβών, καὶ τὸ δεύτερον ἔαρ ὑπέλαμπε, οὕτω δὴ ἤλαυνε ἐπὶ τὴν Βαβυλῶνα.
When Cyrus had taken his revenge on the river Gyndes by dividing it into three hundred and sixty canals, and the second spring was beginning to shine forth, he finally marched against Babylon.
οἱ δὲ Βαβυλώνιοι ἐκστρατευσάμενοι ἔμενον αὐτόν.
The Babylonians, having marched out, awaited him.
ἐπεὶ δὲ ἐγένετο ἐλαύνων ἀγχοῦ τῆς πόλιος, συνέβαλόν τε οἱ Βαβυλώνιοι καὶ ἑσσωθέντες τῇ μάχῃ κατειλήθησαν ἐς τὸ ἄστυ.
When in his march he came near the city, the Babylonians joined battle with him, but being defeated in the fight, they were shut up within their walls.
§1.190.2οἷα δὲ ἐξεπιστάμενοι ἔτι πρότερον τὸν Κῦρον οὐκ ἀτρεμίζοντα, ἀλλʼ ὁρέοντες αὐτὸν παντὶ ἔθνεϊ ὁμοίως ἐπιχειρέοντα, προεσάξαντο σιτία ἐτέων κάρτα πολλῶν.
Since they knew well even beforehand that Cyrus was never at rest, and saw him attacking every nation alike, they had provisioned themselves with food for very many years.
ἐνθαῦτα οὗτοι μὲν λόγον εἶχον τῆς πολιορκίης οὐδένα, Κῦρος δὲ ἀπορίῃσι ἐνείχετο, ἅτε χρόνου τε ἐγγινομένου συχνοῦ ἀνωτέρω τε οὐδὲν τῶν πρηγμάτων προκοπτομένων.
Thereupon, they took no account of the siege, but Cyrus was beset with difficulties, inasmuch as a long time was passing and his affairs made no progress at all.