§1.19.1τῷ δὲ δυωδεκάτῳ ἔτεϊ ληίου ἐμπιπραμένου ὑπὸ τῆς στρατιῆς συνηνείχθη τι τοιόνδε γενέσθαι πρῆγμα· ὡς ἅφθη τάχιστα τὸ λήιον, ἀνέμῳ βιώμενον ἅψατο νηοῦ Ἀθηναίης ἐπίκλησιν Ἀσσησίης, ἁφθεὶς δὲ ὁ νηὸς κατεκαύθη.
In the twelfth year, while the crop was being set on fire by the army, a thing of the following sort happened to occur: as soon as the crop was set on fire, being driven by the wind, it caught the temple of Athena surnamed Assesia, and the temple, having caught fire, was burnt to the ground.
§1.19.2καὶ τὸ παραυτίκα μὲν λόγος οὐδεὶς ἐγένετο, μετὰ δὲ τῆς στρατιῆς ἀπικομένης ἐς Σάρδις ἐνόσησε ὁ Ἀλυάττης.
And at the moment no account was made of this, but after the army had returned to Sardis, Alyattes fell ill.
μακροτέρης δέ οἱ γινομένης τῆς νούσου πέμπει ἐς Δελφοὺς θεοπρόπους, εἴτε δὴ συμβουλεύσαντός τευ, εἴτε καὶ αὐτῷ ἔδοξε πέμψαντα τὸν θεὸν ἐπειρέσθαι περὶ τῆς νούσου.
As his illness became prolonged, he sent messengers to Delphi, whether because someone had advised him, or because it seemed good to himself to send and inquire of the god concerning his illness.
§1.19.3τοῖσι δὲ ἡ Πυθίη ἀπικομένοισι ἐς Δελφοὺς οὐκ ἔφη χρήσειν πρὶν ἢ τὸν νηὸν τῆς Ἀθηναίης ἀνορθώσωσι, τὸν ἐνέπρησαν χώρης τῆς Μιλησίης ἐν Ἀσσησῷ.
To them, when they arrived at Delphi, the Pythia said she would not give an oracle until they should rebuild the temple of Athena, which they had burnt at Assesus in the territory of Miletus.