§1.172.1οἱ δὲ Καύνιοι αὐτόχθονες δοκέειν ἐμοὶ εἰσί, αὐτοὶ μέντοι ἐκ Κρήτης φασὶ εἶναι.
The Caunians, in my opinion, are autochthonous, though they themselves say they are from Crete.
προσκεχωρήκασι δὲ γλῶσσαν μὲν πρὸς τὸ Καρικὸν ἔθνος, ἢ οἱ Κᾶρες πρὸς τὸ Καυνικόν (τοῦτο γὰρ οὐκ ἔχω ἀτρεκέως διακρῖναι), νόμοισι δὲ χρέωνται κεχωρισμένοισι πολλὸν τῶν τε ἄλλων ἀνθρώπων καὶ Καρῶν.
They have conformed in language to the Carian nation, or the Carians to the Caunian (for of this I cannot distinguish with certainty), but they practice customs very different from those of other men and of the Carians.
τοῖσι γὰρ κάλλιστον ἐστὶ κατʼ ἡλικίην τε καὶ φιλότητα εἰλαδὸν συγγίνεσθαι ἐς πόσιν, καὶ ἀνδράσι καὶ γυναιξὶ καὶ παισί.
For with them, it is considered finest to gather together by age and friendship in groups for drinking, both for men, women, and children.
§1.172.2ἱδρυθέντων δέ σφι ἱρῶν ξεινικῶν, μετέπειτα ὥς σφι ἀπέδοξε, ἔδοξέ δὲ τοῖσι πατρίοισι μοῦνον χέασθαι θεοῖσι, ἐνδύντες τὰ ὅπλα ἅπαντες Καύνιοι ἡβηδόν, τύπτοντες δόρασι τὸν ἠέρα, μέχρι οὔρων τῶν Καλυνδικῶν εἵποντο, καὶ ἔφασαν ἐκβάλλειν τοὺς ξεινικοὺς θεούς.
Foreign temples having been established among them, afterwards, when they changed their minds, and decided to pour libations only to their ancestral gods, all the Caunians of military age, putting on their armor, went as far as the borders of Calynda, striking the air with their spears, and said they were casting out the foreign gods.