§1.163.1πρώτῃ δὲ Φωκαίῃ Ἰωνίης ἐπεχείρησε.
He attacked Phocaea first of the Ionian cities.
οἱ δὲ Φωκαιέες οὗτοι ναυτιλίῃσι μακρῇσι πρῶτοι Ἑλλήνων ἐχρήσαντο, καὶ τὸν τε Ἀδρίην καὶ τὴν Τυρσηνίην καὶ τὴν Ἰβηρίην καὶ τὸν Ταρτησσὸν οὗτοι εἰσὶ οἱ καταδέξαντες·
These Phocaeans were the first of the Greeks to make long voyages, and it was they who made known the Adriatic, Tyrrhenia, Iberia, and Tartessus.
§1.163.2ἐναυτίλλοντο δὲ οὐ στρογγύλῃσι νηυσὶ ἀλλὰ πεντηκοντέροισι.
They sailed not in round merchant ships, but in fifty-oared vessels.
ἀπικόμενοι δὲ ἐς τὸν Ταρτησσὸν προσφιλέες ἐγένοντο τῷ βασιλέι τῶν Ταρτησσίων, τῷ οὔνομα μὲν ἦν, Ἀργανθώνιος, ἐτυράννευσε δὲ Ταρτησσοῦ ὀγδώκοντα ἔτεα, ἐβίωσε δὲ πάντα εἴκοσι καὶ ἑκατόν.
On arriving at Tartessus, they became great favorites of the king of the Tartessians, whose name was Arganthonius; he ruled Tartessus for eighty years, and lived in all one hundred and twenty years.
§1.163.3τούτῳ δὴ τῷ ἀνδρὶ προσφιλέες οἱ Φωκαιέες οὕτω δή τι ἐγένοντο ὡς τὰ μὲν πρῶτα σφέας ἐκλιπόντας Ἰωνίην ἐκέλευε τῆς ἑωυτοῦ χώρης οἰκῆσαι ὅκου βούλονται·
The Phocaeans became so very dear to this man that at first he urged them to leave Ionia and settle in any part of his own land they wished.
μετὰ δέ, ὡς τοῦτό γε οὐκ ἔπειθε τοὺς Φωκαιέας, ὁ δὲ πυθόμενος τὸν Μῆδον παρʼ αὐτῶν ὡς αὔξοιτο, ἐδίδου σφι χρήματα τεῖχος περιβαλέσθαι τὴν πόλιν, §1.163.4ἐδίδου δὲ ἀφειδέως· καὶ γὰρ καὶ ἡ περίοδος τοῦ τείχεος οὐκ ὀλίγοι στάδιοι εἰσί, τοῦτο δὲ πᾶν λίθων μεγάλων καὶ εὖ συναρμοσμένων.
Afterwards, however, when he could not persuade the Phocaeans to do this, having learned from them how the power of the Mede was growing, he gave them money to build a wall around their city, and he gave it unsparingly; for the circumference of the wall is not a few stades, and all of this is built of great stones well fitted together.