§1.139.1καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι, τὸ Πέρσας μὲν αὐτοὺς λέληθε, ἡμέας μέντοι οὔ· τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσι πάντα ἐς τὠυτὸ γράμμα, τὸ Δωριέες μὲν σὰν καλέουσι, Ἴωνες δὲ σίγμα·
καὶ τόδε ἄλλο σφι ὧδε συμπέπτωκε γίνεσθαι, τὸ Πέρσας μὲν αὐτοὺς λέληθε, ἡμέας μέντοι οὔ· And this other thing has also happened to coincide for them in this way, which has escaped the notice of the Persians themselves, but not us: τὰ οὐνόματά σφι ἐόντα ὅμοια τοῖσι σώμασι καὶ τῇ μεγαλοπρεπείῃ τελευτῶσι πάντα ἐς τὠυτὸ γράμμα, their names, which are suited to their bodies and their magnificence, all end in the same letter, τὸ Δωριέες μὲν σὰν καλέουσι, Ἴωνες δὲ σίγμα· which the Dorians call san and the Ionians sigma. ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα, οὐ τὰ μὲν τὰ δʼ οὔ, ἀλλὰ πάντα ὁμοίως.
ἐς τοῦτο διζήμενος εὑρήσεις τελευτῶντα τῶν Περσέων τὰ οὐνόματα, οὐ τὰ μὲν τὰ δʼ οὔ, ἀλλὰ πάντα ὁμοίως.
If you search, you will find that the names of the Persians end in this letter, not some of them and others not, but all of them alike.