§1.131.1Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους, ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι, ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι, ὡς μὲν ἐμοὶ δοκέειν, ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι·
I know that the Persians observe the following customs: they do not make it their practice to erect images, temples, and altars, but on the contrary, they charge those who do so with folly, because, as it seems to me, they do not believe the gods to be of human form, as the Greeks do.
§1.131.2οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν, τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες· θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι.
It is their custom to ascend the highest summits of the mountains and offer sacrifice to Zeus, calling the whole circle of heaven Zeus; and they sacrifice also to the sun, the moon, the earth, fire, water, and the winds.
§1.131.3τούτοισι μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν, ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν, παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων.
To these alone they have sacrificed from the beginning, but they have also learned in addition to sacrifice to Urania, having learned this from the Assyrians and the Arabians.
καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα, Ἀράβιοι δὲ Ἀλιλάτ, Πέρσαι δὲ Μίτραν.
Now, the Assyrians call Aphrodite Mylitta, the Arabians Alilat, and the Persians Mitra.