§8.30.1τοῦ δ’ αὐτοῦ χειμῶνος τοῖς ἐν τῇ Σάμῳ Ἀθηναίοις προσαφιγμέναι γὰρ ἦσαν καὶ οἴκοθεν ἄλλαι νῆες πέντε καὶ τριάκοντα καὶ στρατηγοὶ Χαρμῖνος καὶ Στρομβιχίδης καὶ Εὐκτήμων, καὶ τὰς ἀπὸ Χίου καὶ τὰς ἄλλας πάσας ξυναγαγόντες ἐβούλοντο διακληρωσάμενοι ἐπὶ μὲν τῇ Μιλήτῳ τῷ ναυτικῷ ἐφορμεῖν, πρὸς δὲ τὴν Χίον καὶ ναυτικὸν καὶ πεζὸν πέμψαι. §8.30.2καὶ ἐποίησαν οὕτως·
During the same winter, the Athenians at Samos—for there had arrived from home thirty-five additional ships and generals Charminus, Strombichides, and Euctemon, and they had collected the ships from Chios and all the others—wished, after casting lots, to blockade Miletus with their fleet on the one hand, and on the other, to send both a fleet and land forces against Chios. And they did so.
Στρομβιχίδης μὲν γὰρ καὶ Ὀνομακλῆς καὶ Εὐκτήμων τριάκοντα ναῦς ἔχοντες καὶ τῶν ἐς Μίλητον ἐλθόντων χιλίων ὁπλιτῶν μέρος ἄγοντες ἐν ναυσὶν ὁπλιταγωγοῖς ἐπὶ Χίον λαχόντες ἔπλεον, οἱ δ’ ἄλλοι ἐν Σάμῳ μένοντες τέσσαρσι καὶ ἑβδομήκοντα ναυσὶν ἐθαλασσοκράτουν καὶ ἐπίπλους τῇ Μιλήτῳ ἐποιοῦντο.
For Strombichides, Onomacles, and Euctemon, having thirty ships and taking a part of the thousand hoplites who had come to Miletus, in troop-transports, sailed for Chios, which had fallen to their lot; while the others, remaining at Samos with seventy-four ships, held command of the sea and made descents upon Miletus.