§4.47.1ὡς δὲ ἔπεισαν, καὶ μηχανησαμένων τὸ πλοῖον ἐκπλέοντες ἐλήφθησαν, ἐλέλυντό τε αἱ σπονδαὶ καὶ τοῖς Κερκυραίοις παρεδίδοντο οἱ πάντες.
When they had persuaded them, and they had prepared the boat and were caught sailing out, the treaty was voided and all of them were delivered up to the Corcyraeans.
§4.47.2ξυνελάβοντο δὲ τοῦ τοιούτου οὐχ ἥκιστα, ὥστε ἀκριβῆ τὴν πρόφασιν γενέσθαι καὶ τοὺς τεχνησαμένους ἀδεέστερον ἐγχειρῆσαι, οἱ στρατηγοὶ τῶν Ἀθηναίων κατάδηλοι ὄντες τοὺς ἄνδρας μὴ ἂν βούλεσθαι ὑπ’ ἄλλων κομισθέντας, διότι αὐτοὶ ἐς Σικελίαν ἔπλεον, τὴν τιμὴν τοῖς ἄγουσι προσποιῆσαι.
The Athenian generals contributed not least to this outcome, so that the pretext became watertight and those who devised the plot undertook it more fearlessly, because it was manifest that they would not wish the men to be conveyed by others, since they themselves were sailing to Sicily, and thereby to credit the honor to those who conducted them.
§4.47.3παραλαβόντες δὲ αὐτοὺς οἱ Κερκυραῖοι ἐς οἴκημα μέγα κατεῖρξαν, καὶ ὕστερον ἐξάγοντες κατὰ εἴκοσιν ἄνδρας διῆγον διὰ δυοῖν στοίχοιν ὁπλιτῶν ἑκατέρωθεν παρατεταγμένων, δεδεμένους τε πρὸς ἀλλήλους καὶ παιομένους καὶ κεντουμένους ὑπὸ τῶν παρατεταγμένων, εἴ πού τίς τινα ἴδοι ἐχθρὸν ἑαυτοῦ· μαστιγοφόροι τε παριόντες ἐπετάχυνον τῆς ὁδοῦ τοὺς σχολαίτερον προϊόντας.
The Corcyraeans, having received them, shut them up in a large building, and afterwards, bringing them out by twenties, led them through two ranks of hoplites drawn up on each side, bound to one another and being beaten and stabbed by those drawn up, if anyone anywhere saw an enemy of his own; and whip-bearers walking alongside hurried on their way those who proceeded too slowly.