§4.134.1ἐν δὲ τῷ ἐπιόντι χειμῶνι τὰ μὲν Ἀθηναίων καὶ Λακεδαιμονίων ἡσύχαζε διὰ τὴν ἐκεχειρίαν, Μαντινῆς δὲ καὶ Τεγεᾶται καὶ οἱ ξύμμαχοι ἑκατέρων ξυνέβαλον ἐν Λαοδοκείῳ τῆς Ὀρεσθίδος, καὶ νίκη ἀμφιδήριτος ἐγένετο·
In the ensuing winter, the affairs of the Athenians and Lacedaemonians remained quiet because of the armistice; but the Mantineans and the Tegeans, with the allies of each, clashed at Laodoceum in Oresthis, and the victory was undecided.
κέρας γὰρ ἑκάτεροι τρέψαντες τὸ καθ’ αὑτοὺς τροπαῖά τε ἀμφότεροι ἔστησαν καὶ σκῦλα ἐς Δελφοὺς ἀπέπεμψαν.
For each side routed the wing opposed to themselves, and both set up trophies and sent spoils to Delphi.
§4.134.2διαφθαρέντων μέντοι πολλῶν ἑκατέροις καὶ ἀγχωμάλου τῆς μάχης γενομένης καὶ ἀφελομένης νυκτὸς τὸ ἔργον οἱ Τεγεᾶται μὲν ἐπηυλίσαντό τε καὶ εὐθὺς ἔστησαν τροπαῖον, Μαντινῆς δὲ ἀπεχώρησάν τε ἐς Βουκολιῶνα καὶ ὕστερον ἀντέστησαν.
However, after many had fallen on both sides and the battle had been close, night having interrupted the action, the Tegeans bivouacked on the field and immediately set up a trophy, whereas the Mantineans withdrew to Bucolion and later set up a counter-trophy.