§3.25.1ἐκ δὲ τῆς Λακεδαίμονος τοῦ αὐτοῦ χειμῶνος τελευτῶντος ἐκπέμπεται Σάλαιθος ὁ Λακεδαιμόνιος ἐς Μυτιλήνην τριήρει.
At the end of the same winter, Salaethus, a Lacedaemonian, was dispatched from Lacedaemon to Mytilene in a trireme.
καὶ πλεύσας ἐς Πύρραν καὶ ἐξ αὐτῆς πεζῇ κατὰ χαράδραν τινά, ᾗ ὑπερβατὸν ἦν τὸ περιτείχισμα, διαλαθὼν ἐσέρχεται ἐς τὴν Μυτιλήνην, καὶ ἔλεγε τοῖς προέδροις ὅτι ἐσβολή τε ἅμα ἐς τὴν Ἀττικὴν ἔσται καὶ αἱ τεσσαράκοντα νῆες παρέσονται ἃς ἔδει βοηθῆσαι αὐτοῖς, προαποπεμφθῆναί τε αὐτὸς τούτων ἕνεκα καὶ ἅμα τῶν ἄλλων ἐπιμελησόμενος.
After sailing to Pyrrha, and proceeding from there on foot along a certain ravine where the wall of circumvallation was passable, he entered Mytilene secretly, and told the magistrates that there would be an invasion of Attica at the same time, and that the forty ships which were to come to their aid would arrive, and that he himself had been sent on ahead for these purposes and at the same time to take charge of other affairs.
§3.25.2καὶ οἱ μὲν Μυτιληναῖοι ἐθάρσουν τε καὶ πρὸς τοὺς Ἀθηναίους ἧσσον εἶχον τὴν γνώμην ὥστε ξυμβαίνειν.
And so the Mytilaeneans took courage, and were less inclined to come to terms with the Athenians.
ὅ τε χειμὼν ἐτελεύτα οὗτος, καὶ τέταρτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
This winter ended, and the fourth year of this war which Thucydides wrote ended.