§1.117.1ἐν τούτῳ δὲ οἱ Σάμιοι ἐξαπιναίως ἔκπλουν ποιησάμενοι ἀφάρκτῳ τῷ στρατοπέδῳ ἐπιπεσόντες τάς τε προφυλακίδας ναῦς διέφθειραν καὶ ναυμαχοῦντες τὰς ἀνταναγομένας ἐνίκησαν, καὶ τῆς θαλάσσης τῆς καθ’ ἑαυτοὺς ἐκράτησαν ἡμέρας περὶ τέσσαρας καὶ δέκα, καὶ ἐσεκομίσαντο καὶ ἐξεκομίσαντο ἃ ἐβούλοντο.
Meanwhile, the Samians, having made a sudden sally and fallen upon the unfortified camp, destroyed the guardships and, fighting a sea-battle, defeated those ships that sailed out against them; and they remained masters of the sea around their own coast for about fourteen days, bringing in and carrying out whatever they wished.
§1.117.2ἐλθόντος δὲ Περικλέους πάλιν ταῖς ναυσὶ κατεκλῄσθησαν.
But when Pericles returned with his ships, they were blockaded again.
καὶ ἐκ τῶν Ἀθηνῶν ὕστερον προσεβοήθησαν τεσσαράκοντα μὲν αἱ μετὰ Θουκυδίδου καὶ Ἅγνωνος καὶ Φορμίωνος νῆες, εἴκοσι δὲ αἱ μετὰ Τληπολέμου καὶ Ἀντικλέους, ἐκ δὲ Χίου καὶ Λέσβου τριάκοντα.
And later, forty ships from Athens came as reinforcement under the command of Thucydides, Hagnon, and Phormio, and twenty under Tlepolemus and Anticles, and thirty from Chios and Lesbos.
§1.117.3καὶ ναυμαχίαν μέν τινα βραχεῖαν ἐποιήσαντο οἱ Σάμιοι, ἀδύνατοι δὲ ὄντες ἀντίσχειν ἐξεπολιορκήθησαν ἐνάτῳ μηνὶ καὶ προσεχώρησαν ὁμολογίᾳ, τεῖχός τε καθελόντες καὶ ὁμήρους δόντες καὶ ναῦς παραδόντες καὶ χρήματα τὰ ἀναλωθέντα ταξάμενοι κατὰ χρόνους ἀποδοῦναι.
And the Samians, after fighting a brief sea-battle, being unable to hold out, were reduced by siege in the ninth month and came to terms; they demolished their wall, gave hostages, surrendered their ships, and agreed to pay back by instalments the expenses of the war.
ξυνέβησαν δὲ καὶ Βυζάντιοι ὥσπερ καὶ πρότερον ὑπήκοοι εἶναι.
The Byzantines also agreed to be subject as they had been before.