§1.111.1ἐκ δὲ Θεσσαλίας Ὀρέστης ὁ Ἐχεκρατίδου υἱὸς τοῦ Θεσσαλῶν βασιλέως φεύγων ἔπεισεν Ἀθηναίους ἑαυτὸν κατάγειν· καὶ παραλαβόντες Βοιωτοὺς καὶ Φωκέας ὄντας ξυμμάχους οἱ Ἀθηναῖοι ἐστράτευσαν τῆς Θεσσαλίας ἐπὶ Φάρσαλον.
From Thessaly, Orestes, the son of Echecratides king of the Thessalians, being an exile, persuaded the Athenians to restore him; and the Athenians, taking with them the Boeotians and Phocians, who were their allies, marched against Pharsalus in Thessaly.
καὶ τῆς μὲν γῆς ἐκράτουν ὅσα μὴ προϊόντες πολὺ ἐκ τῶν ὅπλων (οἱ γὰρ ἱππῆς τῶν Θεσσαλῶν εἶργον), τὴν δὲ πόλιν οὐχ εἷλον, οὐδ’ ἄλλο προυχώρει αὐτοῖς οὐδὲν ὧν ἕνεκα ἐστράτευσαν, ἀλλ᾽ ἀπεχώρησαν πάλιν Ὀρέστην ἔχοντες ἄπρακτοι.
And they controlled as much of the country as they could without advancing far from their camp (for the Thessalian cavalry kept them in check), but they did not take the city, nor did anything else succeed for them of the objects for which they had marched; instead, they returned home with Orestes, having accomplished nothing.
§1.111.2μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον χίλιοι Ἀθηναίων ἐπὶ τὰς ναῦς τὰς ἐν Πηγαῖς ἐπιβάντες (εἶχον δ’ αὐτοὶ τὰς Πηγάς) παρέπλευσαν ἐς Σικυῶνα Περικλέους τοῦ Ξανθίππου στρατηγοῦντος, καὶ ἀποβάντες Σικυωνίων τοὺς προσμείξαντας μάχῃ ἐκράτησαν.
Not long after this, a thousand Athenians, embarking on the ships at Pegae (which they themselves held), sailed along the coast to Sicyon under the command of Pericles son of Xanthippus, and landing, they defeated in battle those of the Sicyonians who came to meet them.
§1.111.3καὶ εὐθὺς παραλαβόντες Ἀχαιοὺς καὶ διαπλεύσαντες πέραν τῆς Ἀκαρνανίας ἐς Οἰνιάδας ἐστράτευσαν καὶ ἐπολιόρκουν, οὐ μέντοι εἷλόν γε, ἀλλ’ ἀπεχώρησαν ἐπ’ οἴκου.
And immediately taking with them some Achaeans, they sailed across to Oeniadae in Acarnania and made an expedition against it and besieged it; they did not, however, capture it, but returned home.