Humanitext Reader

欧几里得 · 几何原本 §10.prop3.99

第二中项离线上正方形的贴合

第 228 段,共 316 段 · 希腊语

内容简介

证明了将第二中项离线上的正方形贴合到一条有理线上时,所产生的宽度是一条第三离线。

§10.prop3.99τὸ ἀπὸ μέσης ἀποτομῆς δευτέρας παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν τρίτην.
将一个在第二中项离线上的正方形贴合到一条有理线上,所产生的宽度是一条第三离线。
ἔστω μέσης ἀποτομὴ δευτέρα ἡ ΑΒ, ῥητὴ δὲ ἡ ΓΔ, καὶ τῷ ἀπὸ τῆς ΑΒ ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω τὸ ΓΕ πλάτος ποιοῦν τὴν ΓΖ· λέγω, ὅτι ἡ ΓΖ ἀποτομή ἐστι τρίτη.
设AB为第二中项离线,GD为有理线,并将一个等于AB上正方形的矩形GE贴合到GD上,产生宽度 GZ;我说,GZ是第三离线。
ἔστω γὰρ τῇ ΑΒ προσαρμόζουσα ἡ ΒΗ· αἱ ἄρα ΑΗ, ΗΒ μέσαι εἰσὶ δυνάμει μόνον σύμμετροι μέσον περιέχουσαι.
因为,设BH为AB的伴线;因此AH、HB是仅在平方上可共测的中项线,且包围一个中项矩形。
καὶ τῷ μὲν ἀπὸ τῆς ΑΗ ἴσον παρὰ τὴν ΓΔ παραβεβλήσθω τὸ ΓΘ πλάτος ποιοῦν τὴν ΓΚ, τῷ δὲ ἀπὸ τῆς ΒΗ ἴσον παρὰ τὴν ΚΘ παραβεβλήσθω τὸ ΚΛ πλάτος ποιοῦν τὴν ΚΜ· ὅλον ἄρα τὸ ΓΛ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΑΗ, ΗΒ·
并将一个等于AH上正方形的矩形GT贴合到GD上,产生宽度GK,且将一个等于BH上正方形的矩形KL贴合到KT上,产生宽度KM;因此整体GL等于AH、HB之上的正方形之和;因此GL也是中项的。
μέσον ἄρα καὶ τὸ ΓΛ. καὶ παρὰ ῥητὴν τὴν ΓΔ παραβέβληται πλάτος ποιοῦν τὴν ΓΜ· ῥητὴ ἄρα ἐστὶν ἡ ΓΜ καὶ ἀσύμμετρος τῇ ΓΔ μήκει.
且它贴合到有理线GD上,产生宽度GM;因此GM是有理的,且在长度上与GD不可共测。
καὶ ἐπεὶ ὅλον τὸ ΓΛ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΑΗ, ΗΒ, ὧν τὸ ΓΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ, λοιπὸν ἄρα τὸ ΛΖ ἴσον ἐστὶ τῷ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ. τετμήσθω οὖν ἡ ΖΜ δίχα κατὰ τὸ Ν σημεῖον, καὶ τῇ ΓΔ παράλληλος ἤχθω ἡ ΝΞ· ἑκάτερον ἄρα τῶν ΖΞ, ΝΛ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΑΗ, ΗΒ. μέσον δὲ τὸ ὑπὸ τῶν ΑΗ, ΗΒ· μέσον ἄρα ἐστὶ καὶ τὸ ΖΛ. καὶ παρὰ ῥητὴν τὴν ΕΖ παράκειται πλάτος ποιοῦν τὴν ΖΜ· ῥητὴ ἄρα καὶ ἡ ΖΜ καὶ ἀσύμμετρος τῇ ΓΔ μήκει.
且由于整体 GL等于AH、HB之上的正方形之和,其中GE等于AB上的正方形,因此余下的LZ等于两倍AH、HB所包围的矩形。 设ZM在点N被二等分,且作平行于GD的直线NX;因此ZX、NL中的每一个都等于AH、 HB所包围的矩形。 而由AH、HB所包围的矩形是中项的;因此ZL也是中项的。 且它贴合到有理线EZ上,产生宽度ZM;因此ZM也是有理的,且在长度上与GD不可共测。
καὶ ἐπεὶ αἱ ΑΗ, ΗΒ δυνάμει μόνον εἰσὶ σύμμετροι, ἀσύμμετρος ἄρα μήκει ἡ ΑΗ τῇ ΗΒ· ἀσύμμετρον ἄρα ἐστὶ καὶ τὸ ἀπὸ τῆς ΑΗ τῷ ὑπὸ τῶν ΑΗ, ΗΒ. ἀλλὰ τῷ μὲν ἀπὸ τῆς ΑΗ σύμμετρά ἐστι τὰ ἀπὸ τῶν ΑΗ, ΗΒ, τῷ δὲ ὑπὸ τῶν ΑΗ, ΗΒ τὸ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ· ἀσύμμετρα ἄρα ἐστὶ τὰ ἀπὸ τῶν ΑΗ, ΗΒ τῷ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ. ἀλλὰ τοῖς μὲν ἀπὸ τῶν ΑΗ, ΗΒ ἴσον ἐστὶ τὸ ΓΛ, τῷ δὲ δὶς ὑπὸ τῶν ΑΗ, ΗΒ ἴσον ἐστὶ τὸ ΖΛ· ἀσύμμετρον ἄρα ἐστὶ τὸ ΓΛ τῷ ΖΛ. ὡς δὲ τὸ ΓΛ πρὸς τὸ ΖΛ, οὕτως ἐστὶν ἡ ΓΜ πρὸς τὴν ΖΜ· ἀσύμμετρος ἄρα ἐστὶν ἡ ΓΜ τῇ ΖΜ μήκει.
由于AH、HB仅在平方上可共测,因此AH在长度上与HB不可共测;因此AH上的正方形与AH、HB所包围的矩形不可共测。 但与AH上的正方形,AH、HB之上的正方形之和是可共测的,与AH、HB所包围的矩形,两倍AH、HB所包围的矩形是可共测的;因此AH、HB之上的正方形之和与两倍AH、HB所包围的矩形不可共测。 但与 AH、HB之之上正方形之和,矩形GL是相等的,与两倍AH、HB所包围的矩形,矩形ZL是相等的;因此GL与ZL不可共测。 而由于GL对于ZL,正如GM对于ZM;因此GM在长度上与ZM不可共测。
καί εἰσιν ἀμφότεραι ῥηταί· αἱ ἄρα ΓΜ, ΜΖ ῥηταί εἰσι δυνάμει μόνον σύμμετροι· ἀποτομὴ ἄρα ἐστὶν ἡ ΓΖ. λέγω δή, ὅτι καὶ τρίτη.
且两者都是有理的;因此GM、MZ是仅在平方上可共测的有理线;因此GZ是离线。 现在我说,它也是第三离线。
ἐπεὶ γὰρ σύμμετρόν ἐστι τὸ ἀπὸ τῆς ΑΗ τῷ ἀπὸ τῆς ΗΒ, σύμμετρον ἄρα καὶ τὸ ΓΘ τῷ ΚΛ· ὥστε καὶ ἡ ΓΚ τῇ ΚΜ. καὶ ἐπεὶ τῶν ἀπὸ τῶν ΑΗ, ΗΒ μέσον ἀνάλογόν ἐστι τὸ ὑπὸ τῶν ΑΗ, ΗΒ, καί ἐστι τῷ μὲν ἀπὸ τῆς ΑΗ ἴσον τὸ ΓΘ, τῷ δὲ ἀπὸ τῆς ΗΒ ἴσον τὸ ΚΛ, τῷ δὲ ὑπὸ τῶν ΑΗ, ΗΒ ἴσον τὸ ΝΛ, καὶ τῶν ΓΘ, ΚΛ ἄρα μέσον ἀνάλογόν ἐστι τὸ ΝΛ· ἔστιν ἄρα ὡς τὸ ΓΘ πρὸς τὸ ΝΛ, οὕτως τὸ ΝΛ πρὸς τὸ ΚΛ. ἀλλʼ ὡς μὲν τὸ ΓΘ πρὸς τὸ ΝΛ, οὕτως ἐστὶν ἡ ΓΚ πρὸς τὴν ΝΜ, ὡς δὲ τὸ ΝΛ πρὸς τὸ ΚΛ, οὕτως ἐστὶν ἡ ΝΜ πρὸς τὴν ΚΜ· ὡς ἄρα ἡ ΓΚ πρὸς τὴν ΜΝ, οὕτως ἐστὶν ἡ ΜΝ πρὸς τὴν ΚΜ· τὸ ἄρα ὑπὸ τῶν ΓΚ, ΚΜ ἴσον ἐστὶ τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ΖΜ. ἐπεὶ οὖν δύο εὐθεῖαι ἄνισοί εἰσιν αἱ ΓΜ, ΜΖ, καὶ τῷ τετάρτῳ μέρει τοῦ ἀπὸ τῆς ΖΜ ἴσον παρὰ τὴν ΓΜ παραβέβληται ἐλλεῖπον εἴδει τετραγώνῳ καὶ εἰς σύμμετρα αὐτὴν διαιρεῖ, ἡ ΓΜ ἄρα τῆς ΜΖ μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ.
因为,由于AH上的正方形与HB上的正方形可共测,因此GT也与KL可共测;因此GK也与KM可共测。 由于在AH、HB之上的正方形之间,AH、 HB所包围的矩形是比例中项,且GT等于AH上的正方形,KL等于HB上的正方形,NL等于AH、HB所包围的矩形,因此NL也是GT、KL之间的比例中项;因此,正如GT对于NL,NL对于KL。 但正如GT对于 NL,GK对于NM,而正如NL对于KL,NM对于KM;因此,正如GK对于MN,MN对于KM;因此由GK、KM所包围的矩形等于ZM上正方形的四分之一。 因此,由于 GM、MZ是两条不相等的直线,且由GK、KM所包围的等于ZM上正方形四分之一的矩形,已被贴合到较大的GM上,并缺一个正方形,且将它分割为可共测的部分,因此GM比MZ在平方上大一个在长度上与自身可共测的线上的正方形。
καὶ οὐδετέρα τῶν ΓΜ, ΜΖ σύμμετρός ἐστι μήκει τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΓΔ· ἡ ἄρα ΓΖ ἀποτομή ἐστι τρίτη.
且GM、MZ的哪一个在长度上都与设定的有理线GD不可共测;因此GZ是第三离线。
τὸ ἄρα ἀπὸ μέσης ἀποτομῆς δευτέρας παρὰ ῥητὴν παραβαλλόμενον πλάτος ποιεῖ ἀποτομὴν τρίτην· ὅπερ ἔδει δεῖξαι.
因此,将一个在第二中项离线上的正方形贴合到一条有理线上,所产生的宽度是一条第三离线;这就是所要证明的。

词汇与语法注释

  1. ¦10¦παρὰ τὴν ΚΘ — 意为“贴合到KT上”。与前一定理中的“贴合到GD上”不同,这里是以几何位置(矩形GT的上边或下边KT)为基准来进行平行贴合。
  2. ¦30¦ἀσύμμετρον ἄρα ἐστὶ καὶ τὸ ἀπὸ τῆς ΑΗ τῷ ὑπὸ τῶν ΑΗ, ΗΒ. — 因为两条直线AH与HB在长度上不可共测(ἀσύμμετρος μήκει),且AH上的正方形与AH、HB包围的矩形之比等于其边长之比AH:HB(根据《几何原本》第六卷命题1),由此推导得出它们在面积上也同样不可共测。
  3. ¦60¦καὶ οὐδετέρα τῶν ΓΜ, ΜΞ σύμμετρός ἐστι μήκει τῇ ἐκκειμένῃ ῥητῇ τῇ ΓΔ — GM与MZ两线均在长度上与设定的有理线GD不可共测的条件。这是GZ被定义为“第三离线”的决定性标准(如果其中之一可共测,则会成为第二离线)。

引用这一段

欧几里得, 几何原本 §10.prop3.99. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:10.prop3.99

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。