§8.7.1οἱ δὲ περὶ τὸν Ἄππιον εἰς παραπλησίους ἐμπεσόντες δυσχερείας ἀπέστησαν τῆς ἐπιβολῆς.
另一方面,阿庇乌斯及其部下也陷入了类似的困境,放弃了进攻。
§8.7.2ἔτι μὲν γὰρ ὄντες ἐν ἀποστήματι τοῖς τε πετροβόλοις καὶ καταπέλταις τυπτόμενοι διεφθείροντο, διὰ τὸ θαυμάσιον εἶναι τὴν τῶν βελῶν κατασκευὴν καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν ἐνέργειαν, ὡς ἂν Ἱέρωνος μὲν χορηγοῦ γεγονότος, ἀρχιτέκτονος δὲ καὶ δημιουργοῦ τῶν ἐπινοημάτων Ἀρχιμήδους.
因为当他们还处于一段距离之外时,就遭到投石机和弹射器的轰击而伤亡惨重,这是因为这些投射物的准备在数量和威力上都非常惊人,因为是由希伦提供经费,而阿基米德则是这些发明的规划者和制造者。
§8.7.3συνεγγίζοντές γε μὴν πρὸς τὴν πόλιν οἱ μὲν ταῖς διὰ τοῦ τείχους τοξότισιν, ὡς ἐπάνω προεῖπον, κακούμενοι συνεχῶς εἴργοντο τῆς προσόδου· οἱ δὲ μετὰ τῶν γέρρων βιαζόμενοι ταῖς τῶν κατὰ κορυφὴν λίθων καὶ δοκῶν ἐμβολαῖς διεφθείροντο.
另一方面,当他们逼近城市时,一些人由于受到上述穿过城墙孔洞的弓弩装置的不断打击,被阻挡无法接近;而另一些举着柳条盾强行推进的人,则被从头顶落下的石块和木梁的砸击而丧命。
§8.7.4οὐκ ὀλίγα δὲ καὶ ταῖς χερσὶ ταῖς ἐκ τῶν μηχανῶν ἐκακοποίουν, ὡς καὶ πρότερον εἶπα· σὺν αὐτοῖς γὰρ τοῖς ὅπλοις τοὺς ἄνδρας ἐξαιροῦντες ἐρρίπτουν.
正如我之前所说,他们还受到从器械上放下的铁爪的不少伤害;因为这些铁爪连人带武器一并吊起,然后摔在地上。
§8.7.5τὸ δὲ πέρας, ἀναχωρήσαντες εἰς τὴν παρεμβολὴν καὶ συνεδρεύσαντες μετὰ τῶν χιλιάρχων οἱ περὶ τὸν Ἄππιον, ὁμοθυμαδὸν ἐβουλεύσαντο πάσης ἐλπίδος πεῖραν λαμβάνειν πλὴν τοῦ διὰ πολιορκίας ἑλεῖν τὰς Συρακούσας, ὡς καὶ τέλος ἐποίησαν·
最终,退回营地并与军事论坛们商议后,阿庇乌斯及其部下一致决定,除了通过围攻攻占叙拉古之外,尝试一切可能的办法,而他们最后也确实是这样做的。
§8.7.6ὀκτὼ γὰρ μῆνας τῇ πόλει προσκαθεζόμενοι τῶν μὲν ἄλλων στρατηγημάτων ἢ τολμημάτων οὐδενὸς ἀπέστησαν, τοῦ δὲ πολιορκεῖν οὐδέποτε πεῖραν ἔτι λαβεῖν ἐθάρρησαν.
因为尽管他们围困了这座城市长达八个月,期间没有放弃任何其他的策略或冒险尝试,但他们再也不敢尝试进行围攻了。
§8.7.7οὕτως εἷς ἀνὴρ καὶ μία ψυχὴ δεόντως ἡρμοσμένη πρὸς ἔνια τῶν πραγμάτων μέγα τι χρῆμα φαίνεται γίνεσθαι καὶ θαυμάσιον.
如此看来,一个在特定事务上得到妥善发挥的个人和一个心灵,显出是一件多么伟大和令人惊叹的事物。
§8.7.8ἐκεῖνοι γοῦν τηλικαύτας δυνάμεις ἔχοντες καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰ μὲν ἀφέλοι τις πρεσβύτην ἕνα Συρακοσίων, παραχρῆμα τῆς πόλεως κυριεύσειν ἤλπιζον,
无论如何,他们虽然在陆地和海上都拥有如此庞大的军队,但如果有人把叙拉古的一位老人除掉,他们便指望能立刻控制这座城市。
§8.7.9τούτου δὲ συμπαρόντος οὐκ ἐθάρρουν οὐδʼ ἐπιβαλέσθαι κατά γε τοῦτον τὸν τρόπον, καθʼ ὃν ἀμύνασθαι δυνατὸς ἦν Ἀρχιμήδης.
但只要他还在场,他们连发起进攻都不敢,至少不敢以阿基米德能够进行防守的那种方式进攻。
§8.7.10οὐ μὴν ἀλλὰ νομίσαντες μάλιστʼ ἂν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας διὰ τὸ πλῆθος τοὺς ἔνδον ὑποχειρίους σφίσι γενέσθαι, ταύτης ἀντείχοντο τῆς ἐλπίδος· καὶ ταῖς μὲν ναυσὶ τὰς κατὰ θάλατταν ἐπικουρίας αὐτῶν ἐκώλυον, τῷ δὲ πεζῷ στρατεύματι τὰς κατὰ γῆν.
尽管如此,他们认为由于城内人口众多,里面的人最有可能因生活必需品的匮乏而向他们屈服,于是便紧紧抱住这个希望;他们用船只阻断来自海上的援助,用步兵阻断来自陆地的援助。
βουλόμενοι δὲ μὴ ποιεῖν ἄπρακτον τὸν χρόνον, §8.7.11ἐν ᾧ προσεδρεύουσι ταῖς Συρακούσαις, ἀλλʼ ἅμα τι καὶ τῶν ἐκτὸς χρησίμων κατασκευάζεσθαι, διεῖλον οἱ στρατηγοὶ σφᾶς αὐτοὺς καὶ τὴν δύναμιν, §8.7.12ὥστε τὸν μὲν Ἄππιον ἔχοντα δύο μέρη προσκαθῆσθαι τοῖς ἐν τῇ πόλει, τὸ δὲ τρίτον ἀναλαβόντα Μάρκον ἐπιπορεύεσθαι τοὺς τὰ Καρχηδονίων αἱρουμένους κατὰ τὴν Σικελίαν. [3, 1 — 6, 4 θαλάττης ἐγίνετο ετ 7, 6 τῶν μὲν ἄλλων — ἐθάρρησαν ξοδ. ωεσξηερι πολιορξéτιθυε δες γρεξς. παρις. 1867 π. 321 ετ ειυσδεμ φραγμεντς ινéδιτς δε πολψβε, παρις 1869 π. 9; 3, 2 κατὰ τὴν Σκυτικὴν — 7, 9 οὐκ ἐθάρρουν οὐδʼ ἐπιβαλέσθαι ηερο δε ρεπελλ. οβσιδ. π. 326 τηεϝενοτ; 4, 1 — 7, 12 κατὰ τὴν Σικελίαν ξοδ. υρβ. φολ. 104 εχξ. αντ. π. 197. ]
同时,由于不想虚度光阴,也就是在围困叙拉古期间,同时也为了取得一些外部的利益,将军们将自己和军队进行了分工,结果阿庇乌斯率领三分之二的兵力继续围困城内的人,而马尔库斯则带领剩下的三分之一兵力,去征伐西西里各地倒向迦太基一方的人。